Ancient Greek
Book 9
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 9.59
Not analysed yet
γαμῶν μοιχᾶται.» Διὰ δὲ τούτων πάντα φέρειν κελεύει τὰ τῆς γυναικὸς ἐλαττώματα, κἂν λάλος ᾖ, κἂν μέθυσος, κἂν εἰς λοιδορίαν προχειροτάτη· εἰ δὲ τοῦ γάμου παραλύσει τοὺς νόμους καὶ πρὸς ἕτερον ἴδοι, τηνικαῦτα λύειν κελεύει τὴν ζεύγλην. Τοιαῦτα δὲ πάλιν καὶ διὰ τοῦ σκυτοτόμου νενομοθέτηκε·