Ancient Greek
Book 9
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 9.7
Not analysed yet
Καὶ Μίνως μέν, ὃς αὐχεῖ κατὰ τὸν μῦθον πατέρα τὸν Δία, καὶ παρὰ τὸ ἐκείνου γε ἄντρον, ὡς μυθολογοῦσι, φοιτήσας τὰς τῶν νόμων ἔλαβεν ἀφορμάς, Κρητῶν μὲν νομοθέτης ἐγένετο, οὐκ ἔπεισε δὲ οὔτε Σικελιώτας οὔτε Καρχηδονίους οὔτε μὴν τοὺς Ἕλληνας κατὰ τοὺς αὐτοῦ πολιτεύεσθαι νόμους, ἀλλὰ μόνην τὴν νῆσον ἐκείνην, ἧς ἐβασίλευε, στέρξαι τοὺς νόμους ἠνάγκασε, καὶ οὐδὲ τούτους τὸν ἀεὶ χρόνον· ἐπειδὴ γὰρ Ῥωμαῖοι τῆς οἰκουμένης ἐκράτησαν, κατὰ τοὺς τούτων καὶ οὗτοι πολιτεύονται νόμους.