# Graecarum affectionum curatio 9.Section t-3

Theodoretus, Graecarum affectionum curatio, 9.Section t to 9.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/graecarum-affectionum-curatio/9.Section%20t

ΠΕΡΙ ΝΟΜΩΝ. Ὑμεῖς μέν, ὦ ἄνδρες, κεκαλλιεπημένων ποθεῖτε λόγων ἀκούειν καὶ τούτοις κατακηλεῖσθαι ζητεῖτε· οὗ δ' ἂν τούτους μὴ εὕροιτε, γελᾶτε καὶ κωμῳδεῖτε καὶ τὰς ἀκοὰς βύετε καὶ τῶν λεγομένων ἐπαΐειν οὐ βούλεσθε. Ἔδει δὲ ξυνιδεῖν, ὡς τὰ πολλὰ τῶν ἄγαν τιμιωτάτων ἐν ἐλύτροις εὐτελέσι καλύπτεται. Καὶ γὰρ τὸν πολυτελῆ μαργαρίτην καὶ τοῖς πλουτοῦσι τριπόθητον εὐκαταφρόνητον ὄστρεον καὶ τίκτει καὶ τρέφει, καὶ μέντοι καὶ κατακρύπτει· οἱ δὲ τοῦτον ὠνούμενοι, χρυσίον διδόντες ὅτι μάλιστα πλεῖστον, χαίρειν ἐῶσι τὸ ὄστρεον. Καὶ τοῖς διαυγέσι δὲ λιθιδίοις ἐκείνοις, ἃ τὴν βασιλικὴν διακοσμεῖ κεφαλήν, ἑτέρα λίθου φύσις ἔξωθεν περίκειται παντάπασιν ἄχρηστος· οἱ δὲ τοῦ τοιοῦδε κόσμου δημιουργοί, τοῦτο τὸ περιττόν τε καὶ ἄχρηστον περικόπτοντές τε καὶ ἀποξύοντες, τῶν διαφανῶν λίθων ἐκείνων γυμνοῦσι τὸ κάλλος.

---

Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg001.local001/.
