# Haereticarum fabularum compendium 83.337

Theodoretus, Haereticarum fabularum compendium, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/haereticarum-fabularum-compendium/83.337

ὁδοῦ τῆς εὐθείας καινοτομηθείσας παρά τινων ἀτραποὺς, ὧν τὸ τέλος τῆς ἀπωλείας τὸ βάραθρον. Τὸν δὲ πόθον εἰσεδέξασθε τοῦτον, οὐχ ἵνα κάκιστα διαπλασθέντων καὶ δυσοδμίαν ἀφιέντων ἐπακούσητε μύθων, ἀλλ' ὅπως τοὺς ἀγνοοῦντας διδάξητε, ποία μὲν ἡ βασίλειος λεωφόρος, ἡ τοῖς ἀποστολικοῖς καὶ προφητικοῖς ἴχνεσι κοσμουμένη, καὶ τέλος ἔχουσα τῶν οὐρανῶν τὴν βασιλείαν, τίνες δὲ τῶν αἱρετικῶν αἱ τρίβοι, αἱ τὸν ἔσχατον ὄλεθρον τοῖς ἐν αὐταῖς ὁδοιποροῦσιν ἐπάγουσαι. Ὁ μὲν οὖν σκοπὸς, ὡς ἔφην, ἄριστός τε καὶ ἀξιάγαστος. Εἰδέναι δὲ χρὴ τὴν φιλόθεον ὑμῶν ψυχὴν, ὡς τῶν παλαιῶν αἱρέσεων αἱ πλείους διὰ τὴν θείαν χάριν ἀπέσβησαν, καὶ ἐγένοντο, προφητικῶς εἰπεῖν, «ὡσεὶ χόρτος δωμάτων, ὃς πρὸ τοῦ ἐξανθῆσαι ἐξηράνθη.» Καὶ ἴσως ἄν τις ἡμῖν ἐπισκήψαι, τὰς τῷ ζόφῳ τῆς λήθης παραδοθείσας πάλιν εἰς τὸ τῆς μνήμης ἐξάγουσι φῶς. Πρὸς δὲ τούτῳ, καὶ πολὺς τῶν μύθων ὁ λῆρος, καὶ τῆς κατὰ τοῦ Θεοῦ τολμηθείσης βλασφημίας τὸ μέγεθος ἄῤῥητον γλώσσαις εὐσεβεῖν παιδευθείσαις· τὴν δὲ καὶ νενομοθετημένην παρ' αὐτῶν καὶ πραττομένην λαγνείαν, οὐδὲ τῶν ἐν σκηνῇ τις τεθραμμένων ἀνάσχοιτ' ἂν ἢ φράσαι, ἢ λεγόντων ἄλλων ἀκοῦσαι· τοσοῦτον ἀπολείπει καὶ τοὺς ἐπισήμους τῆς ἀσελγείας ἐργάτας. Ἐπειδὴ δὲ τῶν παμμιάρων τούτων δογμάτων τὸ μύσος γυμνούμενον βδελυρωτέρους ἀποφαίνει καὶ τοὺς δυσσεβῶς γεγεννηκότας, καὶ τοὺς ἀνοήτως πεπιστευκότας, ἀναδέξομαι προθύμως τὸν πόνον, ἀφορῶν εἰς τὸ κέρδος. Πειράσομαι δὲ ὡς ἔνι μάλιστα συντεμεῖν μὲν τὸν τῶν μύθων ὕθλον, τῶν δὲ βλασφημιῶν τὰς μεγίστας παραλιπεῖν, καὶ τῶν ἀσελγεστάτων καὶ μιαρωτάτων ὀργίων ὑπερπηδῆσαι τὸ μύσος. Εἰς πέντε δὲ βιβλία διελοῦμεν σὺν Θεῷ φάναι τὴν συγγραφήν. Καὶ τὸ μὲν πρῶτον, τῶν μύθων ἐκείνων τὴν διήγησιν δέξεται, ὧν οἱ πατέρες δημιουργὸν μὲν ἀνέπλασαν ἕτερον, τὴν δὲ μίαν τῶν ὅλων ἀρνηθέντες ἀρχὴν, ἀρχὰς ἑτέρας οὐκ οὔσας ὑπέθεντο, δοκήσει δὲ φανῆναι τὸν Κύριον εἰς ἀνθρώπους ἔφασαν. Τούτων δὲ τῶν δογμάτων πρῶτος μὲν εὑρετὴς Σίμων ὁ μάγος ὁ Σαμαρείτης, ἔσχατος δὲ Μάνης ὁ γόης ὁ Πέρσης. Τὸ δὲ δεύτερον, τοὺς τἀναντία τούτοις ἐπιδείξει τεθρησκευκότας· οἳ μίαν μὲν ἀρχὴν εἶναι τῶν ὅλων συνωμολόγησαν, ψιλὸν δὲ ἄνθρωπον τὸν Κύριον προσηγόρευσαν. Ταύτης δὲ τῆς αἱρέσεως ἦρξε μὲν Ἐβίων, μέχρι δὲ Μαρκέλλου καὶ Φωτεινοῦ τὰς διαφόρους ἐπινοίας ἐδέξατο. Τὸ δὲ τρίτον τοὺς μεταξὺ τούτων κἀκείνων δηλώσει βεβλαστηκότας, οἳ διαφόρων δογμάτων πατέρες ἐγένοντο. Ἐν δὲ τῷ τετάρτῳ τὰς νεωτέρας ἐπιδείξομεν αἱρέσεις, τὴν Ἀρείου φημὶ, καὶ Εὐνομίου, καὶ ὅσαι μετ' ἐκείνας ἐφύησαν, μέχρι ταύτης τῆς ἐσχάτης, ἣν ἀθρόον ὁ Δεσπότης ἀνέσπασε πρόῤῥιζον. Ἐν μὲν οὖν τοῖσδε τοῖς τέτταρσι βιβλίοις, τὴν πολυσχεδῆ τῶν αἱρέσεων γυμνώσομεν πλάνην. Ἵνα δὲ καὶ τῶν ἀναγνωσομένων τὰς γλώττας, καὶ

---

Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg031.local001/.
