# Haereticarum fabularum compendium 83.340

Theodoretus, Haereticarum fabularum compendium, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/haereticarum-fabularum-compendium/83.340

τῶν ἀκουσομένων τὰς ἀκοὰς ἀποτρίψωμεν, καὶ τῆς λοιμώδους ἀπαλλάξωμεν δυσοδμίας, καθάπερ τι Χαλαστραῖον, καὶ μύρον εὐῶδες προσοίσομεν τὴν τῶν εὐαγγελικῶν δογμάτων ἀλήθειαν, καὶ πᾶσαν αἵρεσιν τῆς τῶν θείων λογίων διδασκαλίας ἀντίπαλον ἐπιδείξομεν. Τοὺς μέντοι τῶν παλαιῶν αἱρέσεων μύθους ἐκ τῶν παλαιῶν τῆς Ἐκκλησίας διδασκάλων συνέλεξα, Ἰουστίνου τοῦ φιλοσόφου καὶ μάρτυρος, καὶ Εἰρηναίου τοῦ τὰ Κελτικὰ καὶ γεωργήσαντος καὶ φωτίσαντος ἔθνη, καὶ Κλήμεντος, ὃς ἐπίκλην Στρωματεὺς προσηγόρευται, καὶ Ὠριγένους, καὶ Εὐσεβίου, τοῦ τε Παλαιστινοῦ, καὶ τοῦ Φοίνικος, καὶ Ἀδαμαντίου, καὶ Ῥόδωνος, καὶ Τίτου, καὶ Διοδώρου, καὶ Γεωργίου, καὶ τῶν ἄλλων, οἳ κατὰ τοῦ ψεύδους τὰς γλώττας καθώπλισαν. Καὶ τὰ μὲν σποράδην ἐκείνοις συγγεγραμμένα κατὰ τάξιν συνθήσω· τὰ δὲ διὰ πλάτους εἰρημένα, συντόμως ἐρῶ. Οὐ γὰρ ἀντιλέγειν αὐταῖς ἐπὶ τοῦ παρόντος ἀνεδεξάμην· πρὸς γὰρ δὴ τὰς ἔτι καὶ νῦν συνεστώσας ἐγγράφως ἤδη παρεταξάμην· ἀλλ' ἐπιδεῖξαι τὴν τῶν μύθων αὐτῶν ἐπετάχθην διαφοράν. Ὄνομα δὲ, τῇ μὲν συναγωγῇ τῶν μυσαρῶν αἱρέσεων, Αἱρετικῆς κακομυθίας Ἐπιτομή· τῇ δὲ τῆς ἀληθείας διδασκαλίᾳ, Θείων δογμάτων Ἐπιτομή· τούτων δὲ κἀκείνων κοινὸν, Ψεύδους καὶ ἀληθείας διάγνωσις. Παρακαλῶ δὲ τοὺς ἐντευξομένους, ἕκαστον τῶν αἱρετικῶν δογμάτων τῇ τῆς ἀληθείας παρεξετάσαι διδασκαλίᾳ· τούτου γὰρ δὴ χάριν καὶ τὸ πέμπτον βιβλίον συνέγραψα. Ὄψεται γὰρ ταύτην μὲν τοῖς τοῦ θείου Πνεύματος ἑπομένην λογίοις, ἐκεῖνα δὲ παμπονήρου διανοίας εὑρέματα. Ὁ δὲ ἐν ἀλλοτρίοις πόνοις ἐναργῶς εὑρίσκων τῆς ἀληθείας τὸ κράτος, εὐχαῖς ἀμειβέσθω, καὶ τὸν πεπονηκότα, καὶ τὸν τὴν συγγραφὴν ᾐτηκότα· ὅτι χλανίδι καὶ ζώνῃ κεχρημένος, καὶ στρατηγίαν πεπιστευμένος, καὶ βασιλείοις προσεδρεύειν διὰ ταύτην ἠναγκασμένος, πάντων ὁμοῦ προτιμᾷ τῶν θείων τὴν γνῶσιν, καὶ τῆς ἀληθείας τὴν μάθησιν, καὶ μετὰ τοῦ προφήτου βοᾷ· «Ὡς ἠγάπησα τὸν νόμον σου, Κύριε. ὅλην τὴν ἡμέραν μελέτη μού ἐστιν. ΑΙΡΕΤΙΚΗΣ ΚΑΚΟΜΥΘΙΑΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ. Πρόλογος. αʹ Περὶ Σίμωνος τοῦ Μάγου.

---

Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg031.local001/.
