# Haereticarum fabularum compendium 83.344

Theodoretus, Haereticarum fabularum compendium, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/haereticarum-fabularum-compendium/83.344

Γιτθῶν ὁρμώμενος (κώμη δὲ αὕτη Σαμαρείας), καὶ γοητείας εἰς ἄκρον ἐλάσας, πρῶτον μὲν πολλοὺς ἔπεισε δι' ἧς ἔδρα τερατουργίας, προσεδρεύειν αὐτῷ, καὶ θείαν τινὰ δύναμιν ὀνομάζειν. Ἔπειτα δὲ, τοὺς ἀποστόλους ἰδὼν ἀληθεῖς ὄντως καὶ θείας θαυματουργίας ἐπιτελοῦντας, καὶ τοῖς προσιοῦσι δωρουμένους τὴν χάριν τοῦ Πνεύματος, ἀξιῶν τὴν ἴσην παρ' αὐτῶν ἐξουσίαν λαβεῖν, ἐπειδὴ ὁ μέγας Πέτρος ἐφώρασεν αὐτοῦ τὴν παμπόνηρον γνώμην, καὶ τοῖς τῆς μετανοίας θεραπεῦσαι φαρμάκοις τὰ δυσίατα τῆς διανοίας προσέταξε τραύματα, εὐθὺς ἐκεῖνος πρὸς τὴν προτέραν ἐπανῆλθε κακοτεχνίαν, καὶ τὴν Σαμάρειαν καταλιπὼν, ὡς δεξαμένην τὰ σωτήρια σπέρματα, πρὸς τοὺς μηδέπω γεωργηθέντας ὑπὸ τῶν ἀποστόλων ἐξέδραμεν, ἵνα ταῖς μαγγανείαις ἐξαπατήσας τοὺς εὐχειρώτους, καὶ ταῖς οἰκείαις μυθολογίαις προσδήσας, δυσπαράδεκτα τῶν ἱερῶν ἀποστόλων ἀποφήνῃ τὰ δόγματα. Ἀλλ' ἡ θεία χάρις τὸν μέγαν Πέτρον κατὰ τῆς τούτου μανίας καθώπλισεν. Οὗτος γὰρ ἑπόμενος, τὴν μυσαρὰν αὐτοῦ διδασκαλίαν, οἷον ὁμίχλην τινὰ καὶ ζόφον ἀπεσκεδάννυτο, τῆς δὲ ἀληθείας τοῦ φωτὸς τὰς ἀκτῖνας ἐδείκνυ. Ἀλλ' ὅμως καὶ προφανῶς διελεγχόμενος ὁ τρισάθλιος, οὐκ ἐπαύσατο κατὰ τῆς ἀληθείας παραταττόμενος, ἕως εἰς τὴν Ῥώμην ἀφίκετο, Κλαυδίου Καίσαρος βασιλεύοντος. Τοσοῦτον δὲ Ῥωμαίους ταῖς γοητείαις κατέπληξεν, ὡς καὶ στήλῃ τιμηθῆναι χαλκῇ. Ἀλλὰ πάλιν ὁ θεῖος ἀφικόμενος Πέτρος, ἐγύμνωσεν αὐτὸν τῶν τῆς ἀπάτης πτερῶν, καὶ τέλος εἰς ἀγῶνα θαυματουργίας προσκαλεσάμενος, καὶ θείας χάριτος καὶ γοητείας τὸ διάφορον δείξας, πάντων ὁρώντων Ῥωμαίων, ἀφ' ὕψους αὐτὸν πολλοῦ κατέῤῥαξε προσευξάμενος, καὶ τοὺς αὐτόπτας τοῦ θαύματος εἰς σωτηρίαν ἐζώγρησεν. Οὗτος τοιοῦτον μῦθον ἐγέννησεν· Ἄπειρόν τινα ὑπέθετο δύναμιν· ταύτην δὲ ῥίζωμα τῶν ὅλων ἐκάλεσεν. Εἶναι δὲ αὐτὴν πῦρ ἔφησε, διπλῆν ἐνέργειαν ἔχον, τὴν μὲν φαινομένην, τὴν δὲ κεκρυμμένην· τὸν δὲ κόσμον γεννητὸν εἶναι, γεγενῆσθαι δὲ ἐκ τῆς φαινομένης τοῦ πυρὸς ἐνεργείας· πρῶτον δὲ ἐξ αὐτῆς προβληθῆναι τρεῖς συζυγίας, ἃς καὶ ῥίζας ἐκάλεσε· καὶ τὴν μὲν πρώτην προσηγόρευσε νοῦν καὶ ἐπίνοιαν, τὴν δὲ δευτέραν, φωνὴν καὶ ἔννοιαν, τὴν δὲ τρίτην λογισμὸν καὶ ἐνθύμησιν. Ἑαυτὸν δὲ τὴν ἄπειρον ὠνόμασε δύναμιν, καὶ Ἰουδαίοις μὲν ὡς Υἱὸν φανῆναι, πρὸς δὲ Σαμαρείτας ὡς Πατέρα κατεληλυθέναι, ἐν δὲ τοῖς ἄλλοις ἔθνεσιν ὡς Πνεῦμα ἅγιον ἐπιφοιτῆσαι. Καὶ ἑτέραν δέ τινα ἐπὶ τέγους ἑστῶσαν, προσαγορευομένην Ἑλένην, σύνοικον ποιησάμενος, τὴν πρώτην αὐτοῦ ἔννοιαν ἔφασκεν εἶναι, καὶ μητέρα τῶν ὅλων ὠνόμαζε, καὶ δι' αὐτῆς καὶ τοὺς ἀγγέλους, καὶ τοὺς ἀρχαγγέλους πεποιηκέναι· ὑπὸ δὲ τῶν ἀγγέλων δημιουργηθῆναι τὸν κόσμον· εἶτα τοὺς ἀγγέλους φθονήσαντας αὐτῇ παρ' ἑαυτοῖς κατασχεῖν.

---

Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg031.local001/.
