Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium 83.345
Not analysed yet
Οὐ γὰρ ἐβούλοντο, φησὶν, αὐτῆς καλεῖσθαι ποιήματα. Οὗ δὴ χάριν καὶ εἰς πολλὰ αὐτὴν εἰσήγαγον σώματα γυναικεῖα, καὶ εἰς ἐκείνην δὲ τὴν Ἑλένην, δι' ἣν ὁ Τρωϊκὸς ἐγένετο πόλεμος. Ταύτης ἕνεκα καὶ αὑτὸν ἔλεγε κατεληλυθέναι, ὥστε καὶ αὐτὴν τῶν ἐπικειμένων ἐλευθερῶσαι δεσμῶν, καὶ τοῖς ἀνθρώποις διὰ τῆς εἰς αὐτὸν ἐπιγνώσεως παρασχεῖν σωτηρίαν· κατεληλυθέναι δὲ ἀλλοιούμενον, ὥστε μὴ γνωσθῆναι τοῖς τὴν κτίσιν οἰκονομοῦσιν ἀγγέλοις· καὶ φανῆναι ἐν Ἰουδαίᾳ ὡς ἄνθρωπον μὴ ὄντα ἄνθρωπον, καὶ παθεῖν ἥκιστα πεπονθότα· τοὺς δὲ προφήτας τῶν ἀγγέλων ὑπουργοὺς γεγενῆσθαι. Τοὺς δὲ εἰς αὐτὸν πιστεύοντας ἐκέλευσε μὴ προσέχειν ἐκείνους, μηδὲ φρίττειν τῶν νόμων τὰς ἀπειλὰς, ἀλλὰ πράττειν ὡς ἐλευθέρους ἅπερ ἂν ἐθελήσωσιν· οὐ γὰρ διὰ πράξεων ἀγαθῶν, ἀλλὰ διὰ χάριτος τεύξεσθαι τῆς σωτηρίας. Οὗ δὴ χάριν οἱ τῆς τούτου συμμορίας πᾶσαν ἐτόλμων ἀσέλγειαν, καὶ μαγγανείαις ἐχρῶντο παντοδαπαῖς, ἐρωτικά τινα καὶ ἀγώγιμα μηχανώμενοι, καὶ τὰ ἄλλα ὅσα τῆς γοητείας ἴδια ὡς θεῖα μετιόντες μυστήρια. Καὶ τούτου μὲν ἐν τύπῳ Διὸς εἰκόνα κατασκευάσαντες, τῆς δέ γε Ἑλένης ἐν τῷ εἴδει τῆς Ἀθηνᾶς, ταύταις ἐθυμίων καὶ ἔσπενδον, καὶ ὡς θεοὺς προσεκύνουν, Σιμωνιανοὺς ἑαυτοὺς ὀνομάζοντες. Ἐκ τῆσδε τῆς πικροτάτης ἀνεφύησαν ῥίζης, Κλεοβανοὶ, Δοσιθεανοὶ, Γορθηνοὶ, Μασβόθεοι, Ἀδριανισταὶ, Εὐτυχηταὶ, Καϊνισταί. Ἀλλ' οὗτοι πάντες, σμικράς τινας ἐναλλαγὰς τῆς δυσσεβοῦς ἐπινενοηκότες αἱρέσεως, οὐκ ἐπὶ πλεῖστον διήρκεσαν, ἀλλὰ λήθῃ παντελεῖ παρεδόθησαν. Βʹ. —Περὶ Μενάνδρου. Μένανδρος δέ τις, καὶ αὐτὸς Σαμαρείτης, ἀπὸ Χαβραῒ κώμης οὕτω καλουμένης ὁρμώμενος, τὴν μὲν ἐκείνου διεδέξατο γοητείαν, ἑαυτὸν δὲ οὐ τὴν πρώτην ὠνόμασε δύναμιν· ἄγνωστον γὰρ ἔφησε ταύτην· ἀλλ' ὑπ' ἐκείνης ἀπεστάλθαι βρενθυόμενος Σωτῆρα ἑαυτὸν προσηγόρευσε, τοὺς δὲ ἀγγέλους, τῷ Σίμωνι παραπλησίως, ὑπὸ τῆς ἐννοίας ἔφησε προβληθῆναι, καὶ τούτους τὸν κόσμον δημιουργῆσαι· σώζεσθαι δὲ τοὺς εἰς αὐτὸν βαπτιζομένους, καὶ κρείττους ἀποτελεῖσθαι κἀν τῷδε τῷ βίῳ, καὶ λαμβάνειν δύναμιν εἰς τὸ ῥᾷστα τῶν κοσμοποιῶν δυνάμεων περιγίνεσθαι. Κατὰ τούτων συνέγραψεν Ἰουστῖνος ὁ ἐν φιλοσόφου σχήματι τῆς ἀληθείας γεγενημένος συνήγορος, καὶ τὸν τοῦ μαρτυρίου ἀναδησάμενος στέφανον, καὶ Εἰρηναῖος, οὗ καὶ πρόσθεν ἐμνήσθημεν· ἀποστολικὸς δὲ καὶ οὗτος ἀνήρ· καὶ Ὠριγένης, ὁ πολυμάθειαν ἀσκήσας. Τοῦτον ἐσχηκότες διδάσκαλον Σατορνῖλος, καὶ Βασιλίδης, ὁ μὲν αὐχῶν πατρίδα τὴν Ἀντιόχειαν τὴν Ὀρόντῃ τῷ ποταμῷ γειτονεύουσαν,