# Haereticarum fabularum compendium 83.348

Theodoretus, Haereticarum fabularum compendium, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/haereticarum-fabularum-compendium/83.348

ὁ δὲ Βασιλίδης τὴν Ἀλεξάνδρειαν, ἐναντίους καὶ τῷ διδασκάλῳ καὶ ἀλλήλοις ἀνέπλασαν μύθους· ἄμφω δὲ ἐπὶ Ἀδριανοῦ τοῦ Καίσαρος ἐγένοντο. Γʹ. —Περὶ Σατορνίλου. Ἐγὼ δὲ τὴν Σατορνίλου πρῶτον ἐπιδείξω μυθολογίαν. Οὗτος, τῷ Μενάνδρῳ παραπλησίως, ἕνα ἔφησεν εἶναι Πατέρα παντάπασιν ἄγνωστον· τοῦτον δὲ ἀγγέλους δημιουργῆσαι, καὶ τὰς ἄλλας δυνάμεις· ἑπτὰ δέ τινας ἐκ τούτων τὸν κόσμον ποιῆσαι, καὶ τὸν ἄνθρωπον διαπλάσαι, καὶ αὐτούς φησιν εἰρηκέναι τὸ, «Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν.» Τοῦ δὲ πλάσματος ἀνορθοῦσθαι μὴ δυναμένου, ἀλλὰ σκώληκος δίκην ἑρπύζοντος, οἰκτείρασα, φησὶν, ἡ θεία δύναμις, ζωῆς σπινθῆρα κατέπεμψε, καὶ τὸν ἀτελῆ ἄνθρωπον ἐτελεσιούργησε· τοῦτον δὲ τὸν σπινθῆρα τῆς ζωῆς μετὰ τὴν τοῦ ζώου διάλυσιν, ἀνατρέχειν πρὸς τὴν ἀποστείλασαν δύναμιν. Τὸν δὲ Σωτῆρα καὶ Κύριον οὐκ ἀγένητον μόνον, ἀλλὰ καὶ ἀγέννητον ἔφησε, καὶ ἀσώματον, καὶ ἀνείδεον· φαντασίᾳ δὲ μᾶλλον, οὐκ ἀληθείᾳ τοῖς ἀνθρώποις ἐπιφανῆναι. Τὸν δὲ τῶν Ἰουδαίων Θεὸν ἕνα τῶν ἀγγέλων εἴρηκεν εἶναι. Εἶτα τοῦ πλάσματος ἐπιλησθεὶς (ἀγέννητον γὰρ προσηγόρευσε τὸν Σωτῆρα), τὸν πατέρα φησὶ τοῦ Χριστοῦ, καταλῦσαι βουλόμενον μετὰ τῶν ἄλλων ἀγγέλων καὶ τὸν τῶν Ἰουδαίων Θεὸν, ἀποστεῖλαι τὸν Χριστὸν εἰς τὸν κόσμον ἐπὶ σωτηρίᾳ τῶν εἰς αὐτὸν πιστευόντων ἀνθρώπων. Δύο τῶν ἀνθρώπων εἶναι λέγει διαφορὰς, καὶ τοὺς μὲν εἶναι ἀγαθοὺς, τοὺς δὲ πονηροὺς, καὶ ταύτην ἐν φύσει τὴν διαφορὰν εἰληφέναι. Τῶν δὲ πονηρῶν δαιμόνων τοῖς πονηροῖς συμπραττόντων, ἦλθε, φησὶν, ὁ Σωτὴρ ἐπαμῦναι τοῖς ἀγαθοῖς. Τὸν δὲ γάμον οὗτος πρῶτος τοῦ διαβόλου διδασκαλίαν ὠνόμασε. Νομοθετεῖ δὲ καὶ ἐμψύχων ἀπέχεσθαι. Τῶν δὲ προφητειῶν τὰς μὲν ὑπὸ τῶν κοσμοποιῶν ἀγγέλων ἔφησεν εἰρῆσθαι, τὰς δὲ ὑπὸ τοῦ Σατανᾶ· καὶ τοῦτον δὲ ἄγγελον εἶναι, διαφερόντως ἀντιπράττοντα τῷ τῶν Ἰουδαίων Θεῷ. Δʹ. —Περὶ Βασιλίδου καὶ τοῦ Ἰσιδώρου. Ὁ δὲ Βασιλίδης, τούτων ὡς εὐτελῶν καταφρονήσας τῶν μύθων, ἑτέρους δυσσεβεστέρους ἀνέπλασεν. Ἔφησε γὰρ τὸν Ἀγέννητον Νοῦν πρῶτον γεννῆσαι, ἐκ δὲ τοῦ Νοὸς προβληθῆναι τὸν Λόγον, Φρόνησιν δὲ ἀπὸ τοῦ Λόγου, ἀπὸ δὲ τῆς Φρονήσεως Σοφίαν καὶ Δύναμιν, ἐκ δὲ τούτων ἀγγέλους καὶ ἀρχαγγέλους· τούτους δὲ δημιουργῆσαι τὸν οὐρανόν· ἐκ δὲ τῆς τούτων ἀποῤῥοίας ἄλλους γενομένους ἀγγέλους, ἄλλον οὐρανὸν ποιῆσαι τῷ πρώτῳ προσόμοιον· εἶτα

---

Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg031.local001/.
