# Haereticarum fabularum compendium 83.349

Theodoretus, Haereticarum fabularum compendium, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/haereticarum-fabularum-compendium/83.349

πάλιν ἐκ τῆς τούτων ἀποῤῥοίας ἑτέρους φύντας, τεκτήνασθαι καὶ τούτους ἕτερον οὐρανὸν, καὶ τοὺς ἐκ τούτων πάλιν ἄλλον, καὶ μέχρι τριακοσιοστοῦ καὶ ἑξηκοστοῦ πέμπτου διαρκέσαι τὴν γενομένην ἀπόῤῥοιαν, καὶ τὴν τῶν οὐρανῶν δημιουργίαν· τοὺς δὲ τὸν οὐρανὸν τὸν ἔσχατον, τὸν ὑφ' ἡμῶν ὁρώμενον, οἰκοῦντας ἀγγέλους δημιουργῆσαι τὸν κόσμον, καὶ τὴν τῆς γῆς διανείμασθαι δεσποτείαν, ἕνα δὲ κληρωθῆναι τὴν τῶν Ἰουδαίων οἰκονομίαν, καὶ τοῦτον ἄρχειν τῶν ἄλλων· βουληθέντι δὲ τούτῳ τοῖς οἰκείοις ἅπαντα ὑποτάξαι τὰ ἔθνη, τοὺς ἄλλους ἄρχοντας ἀντιπράξασθαι, τὸν δὲ Ἀγέννητον ταῦτα θεώμενον τὸν πρωτόγονον αὐτοῦ Νοῦν ἀποστεῖλαι, ὃν καὶ Χριστὸν προσηγόρευσεν, ὥστε σῶσαι τοὺς πιστεῦσαι προαιρουμένους· παθεῖν δὲ τοῦτον οὐδαμῶς λέγει, ἀλλὰ Σίμωνα τὸν Κυρηναῖον ὑπομεῖναι τὸ πάθος νομισθέντα εἶναι Χριστόν· τὸν δὲ Χριστὸν πόῤῥωθεν ὁρῶντα, γελᾷν τῶν Ἰουδαίων τὴν ἀπόνοιαν, εἶθ' ὕστερον ἀπελθεῖν πρὸς τὸν ἀποστείλαντα. Χρῆναι δὲ πιστεύειν ἔλεγεν, οὐκ εἰς τὸν ἐσταυρωμένον, ἀλλ' εἰς τὸν ἐσταυρῶσθαι δόξαντα. Οὕτω γὰρ, φησὶ, δυνατὸν τῆς τῶν κοσμοποιῶν δυναστείας ἀπαλλαγῆναι. Ἠρνήθη δὲ καὶ οὗτος τῆς σαρκὸς τὴν ἀνάστασιν, τὰς δὲ προφητείας καὶ αὐτὸς ὑπ' ἀγγέλων ἔφησε γεγενῆσθαι, τὸν δὲ νόμον ὑπὸ τοῦ ἄρχοντος τεθῆναι τῶν Ἰουδαίων. Τῶν δὲ εἰδωλοθύτων ἀδεῶς μεταλαμβάνειν προσέταξε, καὶ τὰς ἀπειρημένας πράξεις ἀδιακρίτως ἐπιτελεῖν. Καὶ οὗτοι δὲ, ὁμοίως τοῖς ἀπὸ Μενάνδρου καὶ Σίμωνος, καὶ ἐπῳδαῖς χρῶνται, καὶ γοητείαις, καὶ παντοδαπαῖς μαγγανείαις. Καὶ ἀγγέλων δὲ ὀνόματα διαπλάσαντες, τοὺς μὲν τὸν πρῶτον ἔχειν ἔφασαν οὐρανὸν, τοὺς δὲ τὸν δεύτερον, καὶ ἐφεξῆς μέχρι τοῦ πέμπτου καὶ ἑξηκοστοῦ καὶ τριακοσιοστοῦ. Τὸν δὲ Σωτῆρα καὶ Κύριον Καυλακαύαν ὀνομάζουσι. Ταῦτα δὲ ἄῤῥητα εἶναι καλοῦσι, καὶ οὐ πᾶσι χωρητὰ καὶ καταληπτὰ, ἀλλὰ ἑνὶ ἀπὸ χιλίων. Εἶναι δὲ τὸν ἄρχοντα αὐτῶν φησιν Ἀβρασάξ· ἡ γὰρ ψῆφος τοῦ ὀνόματος τῶν τξεʹ οὐρανῶν σημαίνει τὸν ἀριθμόν. Εἶχε δὲ καὶ προφήτας ὁ Βασιλίδης, Βαρκάβαν καὶ Βαρκὼφ, καὶ ἑτέρους τινὰς παραπλησίως βαρβάρους. Καὶ ἄλλους δὲ τούτων μυσαρωτέρους ἀνέπλασε μύθους, οὓς διὰ τὴν τῶν ἐντευξομένων οὐκ ἐντέθεικα βλάβην. Καὶ Ἰσίδωρος δὲ, ὁ τοῦ Βασιλίδου υἱὸς, μετά τινος ἐπιθήκης τὴν τοῦ πατρὸς μυθολογίαν ἐκράτυνε. Καταγωνίζονται δὲ τούτους, Ἀγρίππας, ὁ καὶ Κάστωρ ἐπίκλην, καὶ Εἰρηναῖος, καὶ Κλήμης ὁ Στρωματεὺς, καὶ Ὠριγένης, τῆς ἀληθείας ὑπερμαχοῦντες. Εʹ. —Περὶ Καρποκράτους καὶ Ἐπιφάνους. Ὁ δὲ Καρποκράτης, Ἀλεξανδρεὺς ὢν τὸ γένος, ὑπὸ μὲν ἀγγέλων καὶ αὐτὸς τὴν κτίσιν ἔφησε γεγε-

---

Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg031.local001/.
