# Haereticarum fabularum compendium 83.352

Theodoretus, Haereticarum fabularum compendium, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/haereticarum-fabularum-compendium/83.352

νῆσθαι· τὸν δὲ Κύριον Ἰησοῦν ἐκ τοῦ Ἰωσὴφ καὶ τῆς Μαρίας γεννηθῆναι τοῖς ἄλλοις ἀνθρώποις παραπλησίως, ἀρετῇ δὲ αὐτὸν διαπρέψαι, καὶ καθαρὰν ἐσχηκότα ψυχὴν, καὶ μεμνημένην τῆς μετὰ τοῦ ἀγεννήτου διαγωγῆς. Φησὶ δὲ καὶ τοὺς ἐκείνῳ παραπλησίως, τῶν κοσμοποιῶν ἀγγέλων καταφρονήσαντας, ὁμοίως λαμβάνειν δύναμιν πρὸς τὸ πρᾶξαι τὰ ὅμοια. Εἰ δὲ καὶ καθαρωτέραν τις σχοίη ψυχὴν, ὑπερβήσεται, φησὶ, καὶ τοῦ Υἱοῦ τὴν ἀξίαν. Εἰς τοσαύτην τύφου μανίαν ἐξώκειλαν ἄνδρες, γοητείᾳ μὲν χρώμενοι, καὶ τὰς τῶν δαιμόνων ἐπικλήσεις ποιούμενοι, τὴν δὲ ἀσέλγειαν συγκαλύπτειν οὐκ ἀνεχόμενοι, ἀλλὰ νόμον τὴν ἀκολασίαν ποιούμενοι. Δόξῃ γὰρ, φησὶν, οὐκ ἀληθείᾳ, τὰ μὲν τῶν πραγμάτων κακὰ εἶναι δοκεῖ, τὰ δὲ ἀγαθά. Ἀλλὰ γὰρ ἐνταῦθα γενόμενος, οὐκ οἶδ' ὅπως ὑπερπηδήσω τὴν τῆς ἀσελγείας νομοθεσίαν. Τὰς γὰρ Πυθαγορικὰς μετενσωματώσεις εἰσδεξάμενοι, τὸν συνεζευγμένον οὐ προσεδέξαντο λόγον. Ὁ μὲν γὰρ Πυθαγόρας τὰς ἡμαρτηκυίας ψυχὰς ἔφησεν εἰς σώματα πέμπεσθαι, ὥστε καὶ δίκας δοῦναι, καὶ καθαρθῆναι σπουδῇ. Οὗτοι δὲ τῆς μετενσωματώσεως αἰτίαν εἶναί φασι τῆς Πυθαγορικῆς ἐναντίαν ἐκ διαμέτρου. Λέγουσι γὰρ εἰς τὰ σώματα πέμπεσθαι τὰς ψυχὰς, ὥστε πᾶν εἶδος ἀσελγειῶν ἐπιτελέσαι· τὰς οὖν ἐν τῇ μιᾷ καθόδῳ πεπληρωκυίας, ἑτέρας μὴ χρῄζειν ἀποστολῆς· τὰς δὲ ὀλίγα ἡμαρτηκυίας, καὶ δὶς ἐκπέμπεσθαι, καὶ τρὶς, καὶ πολλάκις, ἕως ἂν ἐκπληρώσωσιν ἅπαντα τῆς κακίας τὰ εἴδη. Ἵνα δὲ μή τις ὑποπτεύσῃ με ταῦτα πλάττεσθαι κατ' αὐτῶν, Εἰρηναίου, τοῦ τὴν Ἑσπέραν φωτίσαντος ἀνδρὸς ἀποστολικοῦ, παραθήσομαι μαρτυρίαν. Λέγει δὲ οὗτος ἐν τῷ πρώτῳ βιβλίῳ τῶν εἰς τὰς αἱρέσεις συγγραφέντων αὐτῷ· «Καὶ εἰ μὲν πράσσεται παρ' αὐτοῖς τὰ ἄθεα, καὶ ἔκθεσμα, καὶ ἀπειρημένα, ἐγὼ οὐκ ἂν πιστεύσαιμι· ἐν δὲ τοῖς συγγράμμασιν αὐτῶν οὕτως ἀναγέγραπται, καὶ αὐτοὶ οὕτως ἐξηγοῦνται, τὸν Ἰησοῦν λέγοντες ἐν μυστηρίῳ τοῖς μαθηταῖς αὑτοῦ καὶ ἀποστόλοις κατ' ἰδίαν λελαληκέναι, καὶ αὐτοὺς ἀξιῶσαι τοῖς ἀξίοις καὶ τοῖς πειθομένοις ταῦτα παραδιδόναι. Διὰ πίστεως γὰρ καὶ ἀγάπης σώζεσθαι, τὰ δὲ λοιπὰ ἀδιάφορα ὄντα, κατὰ τὴν δόξαν τῶν ἀνθρώπων, πῆ μὲν ἀγαθὰ, πῆ δὲ κακὰ νομίζεσθαι, οὐδενὸς φύσει κακοῦ ὑπάρχοντος.» Ταῦτα μὲν οὖν ὁ θαυμάσιος Εἰρηναῖος περὶ αὐτῶν ἔφη. Τὰ δὲ ἑξῆς οὐ προστέθεικα· ὑπερβολὴν γὰρ ἔχει μανίας. Καὶ Ἐπιφάνης δὲ τούτου παῖς, διὰ Πλατωνικῆς ἠγμένος παιδείας, τὴν τούτου μυθολογίαν ἐπλάτυνεν. Ἀδριανοῦ δὲ καὶ οὗτοι βασιλεύοντος τὰς πονηρὰς αἱρέσεις ἐκράτυναν. ϛʹ. —Περὶ Προδίκου. Πρόδικος δὲ, τοῦτον διαδεξάμενος, τὴν τῶν καλουμένων Ἀδαμιτῶν συνεστήσατο αἵρεσιν.

---

Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg031.local001/.
