# Haereticarum fabularum compendium 83.360

Theodoretus, Haereticarum fabularum compendium, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/haereticarum-fabularum-compendium/83.360

Θʹ. —Περὶ Μάρκου τοῦ γόητος. Ὁ δὲ Μάρκος καὶ γοητείαν ἠσκήθη, καί τινα παράδοξα διὰ μαγγανείας ἐπιτελῶν, πολλοὺς τῶν εὐαλώτων ἠπάτησεν. Οὗτος μακρόν τινα πλασάμενος μῦθον, ἔφησεν αὐτῷ τοῦτο τὴν Σιγὴν εἰρηκέναι· καὶ οὐκ αἰσχύνεται Σιγὴν φλύαρον ἀποφήνας. Οὗτος καὶ τοῖς τέτταρσι καὶ εἴκοσι στοιχείοις τοὺς Αἰῶνας ἀπείκασε, καὶ τοὺς μὲν ἀφώνους, τοὺς δὲ ἡμιφώνους, τοὺς δὲ φωνήεντας προσηγόρευσεν. Οὗτοι πλῆθος ψευδωνύμων καὶ νόθων βιβλίων συγγράψαντες, διὰ τούτων καταπλήττειν τοὺς ἀνοήτους ἐπιχειροῦσι. Βαπτίζοντες δὲ τοὺς ἐξαπατωμένους ἐπιλέγειν εἰώθασιν· Εἰς ὄνομα ἀγνώστου Πατρὸς τῶν ὅλων, εἰς Ἀλήθειαν μητέρα πάντων, εἰς τὸν κατελθόντα εἰς Ἰησοῦν, εἰς ἕνωσιν, καὶ ἀπολύτρωσιν, καὶ κοινωνίαν τῶν δυνάμεων. Ἀναμιγνύουσι δὲ καὶ Ἑβραϊκὰ ὀνόματα, δεδιττόμενοι τοὺς τελουμένους, ὧν ἐπιμνησθῆναι περιττὸν ἡγησάμην. Ἐκ τούτων παμπληθεῖς αἱρέσεις μετὰ τὴν τῆς ἀγρώστεως ἀνεφύησαν βλάστην· τούτων εἶναι τμῆμά φασι καὶ τοὺς παρ' ἐνίων Ἀσκοδρούτους, παρ' ἐνίων δὲ Ἀσκοδρουπίτας καλουμένους. Ιʹ. —Περὶ τῶν Ἀσκοδρουτῶν ἢ Ἀσκοδρουπιτῶν καλουμένων. Οὗτοι δέ φασι, μὴ χρῆναι τὰ θεῖα μυστήρια, ἀοράτων ὄντα σύμβολα, δι' ὁρωμένων ἐπιτελεῖσθαι πραγμάτων, καὶ τὰ ἀσώματα δι' αἰσθητῶν καὶ σωματικῶν. Εἶναι δὲ τὴν τελείαν ἀπολύτρωσιν τὴν ἀληθῆ τοῦ ὄντος ἐπίγνωσιν. Τὰ γὰρ ὁρώμενα πάντα ὑπ' ἀγνοίας καὶ πάθους συστάντα, διὰ γνώσεως καταλύεται. Πνευματικὴν οὖν δεῖ καὶ τὴν λύτρωσιν ὑπάρχειν. Διὰ τοῦτο, οὔτε βαπτίζουσι τοὺς προσιόντας, οὐδὲ ἐπιτελεῖται παρ' αὐτοῖς τοῦ βαπτίσματος τὸ μυστήριον. Λύτρωσιν γὰρ καλοῦσι τὴν τῶν ὅλων ἐπίγνωσιν. ΙΑʹ. —Περὶ τῶν Ἀρχοντικῶν. Ἐκ δὲ τούτων τινὲς Ἀρχοντικοὶ προσαγορευόμενοι, βιβλία τινὰ πλάσαντες, ἀποκαλύψεις ὀνομά-

---

Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg031.local001/.
