# Haereticarum fabularum compendium 83.365

Theodoretus, Haereticarum fabularum compendium, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/haereticarum-fabularum-compendium/83.365

τὸν πρῶτον ἄνθρωπον, καὶ τὸν δεύτερον, τῆς ὥρας τοῦ Πνεύματος, καὶ παιδοποιῆσαι Φῶς, ὃ καλοῦσι Χριστόν. Μὴ δυνηθεῖσαν δὲ βαστάσαι τὴν θήλειαν τοῦ φωτὸς τὴν ὑπερβολὴν, ὑπερβλύσαι· καὶ τὸν μὲν Χριστὸν, σὺν τῇ μητρὶ, εἰς τὸν ἄφθαρτον ἀνασπασθῆναι Αἰῶνα, ἣν καὶ ἀληθινὴν Ἐκκλησίαν καλοῦσι· τὴν δὲ ἀναβλυσθεῖσαν τοῦ φωτὸς ἰκμάδα ἐκπεσεῖν κάτω φασὶ, καὶ κληθῆναι Σοφίαν, καὶ Προύνικον, καὶ Ἀρσενόθηλυν. Διανηχομένην δὲ ἐν τοῖς ὕδασι, προσλαβεῖν μὲν ἐξ αὐτῶν σῶμα, καὶ βαρυνθῆναι, καὶ ὑποβρύχιον κινδυνεῦσαι γενέσθαι· ἀναδῦναι δὲ, καὶ ἐκ τοῦ περικειμένου σώματος κατασκευάσθαι τὸν οὐρανὸν, εἶτα λοιπὸν ἀποῤῥίψασαν, ἀναπτῆναι πρὸς τὴν μητέρα. Ἐκεῖνον δὲ υἱὸν τοῦ Προυνίκου καλοῦσι. Κἀκεῖνος δὲ πάλιν ἄλλον υἱὸν προεβάλετο, καὶ ἐξ ἐκείνου συστῆναι λέγουσιν ἕτερον, καὶ μέχρι τοῦ ἑπτὰ ἀριθμοῦ προβῆναι τὰς προβολάς. Ὑφ' ἑκάστου δὲ τούτων ἕνα οὐρανὸν δημιουργηθῆναι, καὶ ἕκαστον οἰκεῖν τὸν οἰκεῖον. Ἐπέθεσαν δὲ καὶ τὰ ὀνόματα τοῖς προειρημένοις υἱοῖς, τῇ Ἑβραίων χρησάμενοι γλώττῃ, ὧν ἐπιμνησθῆναι περιττὸν ἄγαν ὑπέλαβον. Διαστασιάσαι δέ φασι τοὺς ἄλλους πρὸς τὸν πρῶτον, τῶν μὲν ὄντα πάππον, τῶν δὲ ἐπίπαππον, ἐνίων δὲ πρόγονον. Τὸν δὲ ἀθυμήσαντα, εἰς τὴν τρύγα τῆς ὕλης ἐρεῖσθαι τὴν ἔννοιαν, καὶ γεννῆσαι υἱὸν ὀφιόμορφον ἐξ αὐτῆς. Εἶτα καυχώμενον τὸν τοῦ ὀφιομόρφου πατέρα εἰπεῖν, Ἐγὼ Θεὸς καὶ πατὴρ, καὶ ὑπὲρ ἐμὲ οὐδείς. Τὴν δὲ μητέρα δυσχεράνασαν ἐπιβοῆσαι αὐτῷ, Μὴ ψεύδου· ἔστι γὰρ ὑπὲρ σὲ πατὴρ ἁπάντων, πρῶτος ἄνθρωπος, υἱὸς ἀνθρώπου. Τούτων δὲ, φησὶν, ἀκούσας τῶν λόγων τοῦ ὄφεως ὁ πατὴρ ἔφη· «Δεῦτε, ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμῶν.» Καὶ ἕτερα δὲ πάμπολλα προστιθέασι δυσσεβείας ὁμοῦ καὶ ἀηδίας μεστά. Καὶ τὸν ὀφιόμορφον δὲ ἐκεῖνον Μιχαὴλ καὶ Σαμαννὰ ὀνομάζουσι. Καὶ τοὺς προφήτας διαιροῦσι, καὶ τοῖς ἑπτὰ υἱοῖς ὡς θέλουσιν ἀπονέμουσι. Καὶ τὸν Σὴθ θείαν τινὰ δύναμιν εἶναί φασι· διὸ καὶ Σηθιανοὶ προσηγορεύθησαν. Τὸν δὲ Ἰησοῦν ἄλλον λέγουσι παρὰ τὸν Χριστόν· καὶ τὸν μὲν Ἰησοῦν ἐκ τῆς Παρθένου γεννηθῆναι, τὸν δὲ Χριστὸν οὐρανόθεν εἰς αὐτὸν κατελθεῖν. Φασὶ δὲ καὶ τοὺς ἀποστόλους πλανηθῆναι, νενομικότας τοῦ Σωτῆρος ἀναστῆναι τὴν σάρκα. Τινὲς δὲ ἐξ αὐτῶν φασιν, εἰς ὄφεως εἶδος ἑαυτὸν ἐκτυπώσαντα τὸν Χριστὸν, εἰς τὴν τῆς Παρθένου μήτραν εἰσδῦναι. Καὶ οὕτω νοοῦσιν οἱ δείλαιοι τὴν ἀποστολικὴν ῥῆσιν· «Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ,

---

Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg031.local001/.
