# Haereticarum fabularum compendium 83.373

Theodoretus, Haereticarum fabularum compendium, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/haereticarum-fabularum-compendium/83.373

αὐτοὶ μὲν ἐκ τῆς Σίμωνος ἐξαπάτης ἔλαβον τῆς βλασφημίας τὰς ἀφορμὰς, ἀλλ' ἑτέραν ἐκαινοτόμησαν ἀσεβείας ὁδόν. Ὁ γὰρ δὴ Κέρδων ἐγένετο μὲν ἐπὶ Ἀντωνίνου τοῦ πρώτου, ἔφη δὲ ἄλλον εἶναι Θεὸν τὸν πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἄγνωστον τοῖς προφήταις, ἄλλον δὲ τοῦ παντὸς ποιητὴν, καὶ τοῦ νόμου τοῦ Μωσαϊκοῦ νομοθέτην· καὶ τὸν μὲν εἶναι δίκαιον, τὸν δὲ ἀγαθόν. Ὁ μὲν γὰρ ἐν τῷ νόμῳ, φησὶν, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος ἐκκόπτειν παρεγγυᾷ· ὁ δὲ ἀγαθὸς ἐν τοῖς Εὐαγγελίοις κελεύει τῷ ῥαπίζοντι τὴν σιαγόνα τὴν δεξιὰν, στρέψαι καὶ τὴν ἄλλην, καὶ τῷ τὸν χιτῶνα βουλομένῳ λαβεῖν, προσδοῦναι καὶ τὸ ἱμάτιον. Καὶ ὁ μὲν ἐν τῷ νόμῳ προσέταξεν ἀγαπᾷν τὸν φίλον, καὶ μισεῖν τὸν ἐχθρόν· ὁ δὲ καὶ τοὺς ἐχθροὺς ἐκέλευσεν ἀγαπᾷν. Καὶ οὐ σύνοιδεν ὁ λίαν ἐμβρόντητος, ὡς καὶ ἐν τῷ νόμῳ διαγορεύει, τὸν πλανώμενον τοῦ ἐχθροῦ βοῦν ἐπανάγειν, καὶ τὸ πεπτωκὸς κτῆνος συνανιστάναι, καὶ μὴ περιορᾷν τὸν ἐχθρὸν βοηθείας δεόμενον· καὶ ὡς ὁ παρ' αὐτοῦ μόνος καλούμενος ἀγαθὸς, τῷ μωρὸν καλοῦντι τὸν ἀδελφὸν ἠπείλησε γέενναν· καὶ δεικνὺς ἑαυτὸν δίκαιον εἶπεν· «ᾯ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν.» Ἀλλὰ τὸ ταῦτα διελέγχειν οὐ τοῦ παρόντος καιροῦ· ἄλλως τε καὶ τοῖς τὰς θείας ἀνεγνωκόσι Γραφὰς εὐφώρατος ἄγαν ἡ βλασφημία. Ὁ δὲ Μαρκίων ὁ Ποντικὸς, ταῦτα παρὰ Κέρδωνος παιδευθεὶς, οὐκ ἔστερξε τὴν παραδοθεῖσαν διδασκαλίαν, ἀλλ' ηὔξησε τὴν ἀσέβειαν. Τέτταρας γὰρ ἀγεννήτους οὐσίας τῷ λόγῳ διέπλασε· καὶ τὸν μὲν ἐκάλεσεν ἀγαθόν τε καὶ ἄγνωστον, ὃν καὶ πατέρα προσηγόρευσε τοῦ Κυρίου· τὸν δὲ δημιουργόν τε καὶ δίκαιον, ὃν καὶ πονηρὸν ὠνόμαζε· καὶ πρὸς τούτοις τὴν ὕλην, κακήν τε οὖσαν, καὶ ὑπ' ἄλλῳ κακῷ τελοῦσαν. Τὸν δὲ δημιουργὸν περιγενόμενον τοῦ κακοῦ, τὴν ὕλην λαβεῖν τε καὶ ἐκ ταύτης δημιουργῆσαι τὰ σύμπαντα· ἐκ μὲν τοῦ καθαρωτάτου, τὸν οὐρανὸν, ἐκ δὲ τοῦ λοιποῦ, τὰ στοιχεῖα τὰ τέτταρα, ἐκ δὲ τῆς ὑποστάθμης, τὸν ᾅδην καὶ τὸν τάρταρον. Πάλιν δὲ τῆς γῆς τὸ καθαρώτατον διηθήσας, κατεσκεύασε, φησὶ, τὸν παράδεισον· ἐκ δὲ τούτου βῶλον μίαν λαβὼν, ἔπλασε τὸν Ἀδὰμ, ἐκ τῆς οἰκείας οὐσίας δεδωκὼς αὐτῷ τὴν ψυχήν. Ἐντεῦθεν, φησὶν, ἡ διαμάχη τῆς ψυχῆς ἐστι καὶ τοῦ σώματος, τοῦ μὲν σώματος πρὸς τὴν ὕλην ἐκείνην κατασύραι ταύτην φιλονεικοῦντος, τῆς δὲ ψυχῆς ἀνελκύσαι πρὸς τὸν Δημιουργὸν πειρωμένης τὸ σῶμα. Οὗτοι καὶ τὸν ὄφιν ἀγαθώτερον εἶναι τοῦ Δημιουργοῦ λέγειν τολμῶσιν. Ὁ μὲν γὰρ τοῦ τῆς γνώσεως φυτοῦ μεταλαβεῖν διεκώλυσεν, ὁ δὲ μάλα προέτρεψε. Καὶ οὐ συνεῖδον οἱ δυσσεβεῖς, ὡς ἡ τοῦ ὄφεως συμβουλὴ τὸν θάνατον ἀπεκύησεν. Αὐτίκα τοίνυν τινὲς αὐτῶν καὶ τιμῶσι

---

Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg031.local001/.
