Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium 83.376
Not analysed yet
τὸν ὄφιν. Καὶ εὗρον ἔγωγε παρ' αὐτοῖς ὄφιν χαλκοῦν ἔν τινι κιβωτίῳ μετὰ τῶν μυσαρῶν αὐτῶν ἐγκείμενον μυστηρίων. Οὐ μόνον δὲ τὸν Ποιητὴν βλασφημοῦσιν, ἀλλὰ καὶ τοὺς πατριάρχας καὶ τοὺς προφήτας παρανόμους ἀποκαλοῦσιν, ἵνα τὸν Δημιουργὸν ἀποδείξωσι πονηρῶν ἐραστήν. Οὗτος ἐκ μὲν τῶν Εὐαγγελίων τὸ κατὰ Λουκᾶν ἐδέξατο μόνον, καὶ τὴν γενεαλογίαν περικόψας τὰ πλεῖστα· τὸν δὲ νόμον, καὶ τοὺς προφήτας, καὶ τὴν Παλαιὰν πᾶσαν ἐκβέβληκεν, ὡς ὑπ' ἀλλοτρίου δεδομένην Θεοῦ. Κατεληλυθέναι δὲ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν λέγει, ἵνα τῆς τοῦ Δημιουργοῦ δουλείας τοὺς εἰς αὐτὸν πεπιστευκότας ἐλευθερώσῃ· δόξαι δὲ εἶναι ἄνθρωπον, οὐδὲν ἀνθρώπινον ἔχοντα, καὶ δόξαι παθεῖν οὐδαμῶς πεπονθότα. Ἐκβέβληκε δὲ καὶ τὴν τῶν σωμάτων ἀνάστασιν, ἀδύνατον γενέσθαι ταύτην ὑπολαμβάνων. Οὗτος τὸν μὲν Κάϊν, καὶ τοὺς Σοδομίτας, καὶ τοὺς ἄλλους δυσσεβεῖς ἅπαντας σωτηρίας ἔφησεν ἀπολελαυκέναι, προσεληλυθότας ἐν τῷ ᾅδῃ τῷ Σωτῆρι Χριστῷ, καὶ εἰς τὴν βασιλείαν ἀναληφθῆναι· τὸν δὲ Ἄβελ, καὶ τὸν Ἐνὼχ, καὶ τὸν Νῶε, καὶ τοὺς πατριάρχας τε καὶ τοὺς λοιποὺς προφήτας, καὶ τοὺς δικαίους, οὐ μεταλαχεῖν τῆς ἐκείνοις δεδομένης ἐλευθερίας, προσδραμεῖν αὐτῷ μὴ βουληθέντας. Οὗ δὴ χάριν, φησὶ, καὶ τὸν ᾅδην οἰκεῖν κατεκρίθησαν. Τοιαῦτα ὁ Μαρκίων κατὰ τοῦ πεποιηκότος ἐλύττησε, μᾶλλον δὲ καὶ τούτων πολλῷ χαλεπώτερα· τὰς γὰρ μείζονας βλασφημίας σιγῇ παραδέδωκα. Οἶδα δὲ τούτων ἕνα τινὰ πρεσβύτην ἐννενηκοντούτην, ὃς ἕωθεν ἀνιστάμενος τῷ τοῦ πτύσματος περιττώματι τὸ οἰκεῖον ἀπένιπτε πρόσωπον, καὶ τὴν αἰτίαν ἐρωτηθεὶς, ἔφησεν ὡς οὐ βούλεται δεηθῆναι τοῦ Δημιουργοῦ, καὶ ὕδωρ ἐκ τῶν ἐκείνου ποιημάτων λαβεῖν. Τῶν δὲ παρόντων εἰρηκότων· Πῶς οὖν ἐσθίεις, καὶ πίνεις, καὶ περιβάλλῃ, καὶ καθεύδεις, καὶ τὰ νομιζόμενα ἐπιτελεῖς μυστήρια; ὑπολαβὼν ἐξ ἀνάγκης εἶπε τοῦτο ποιεῖν, διὰ τὸ ἑτέρως μήτε ζῇν δύνασθαι, μήτε τελεῖν τὰ μυστήρια. Καὶ ὡμολόγει ἄκων ὁ μεμηνὼς, μηδὲν ἔχειν τὸν ὑπ' αὐτοῦ καλούμενον ἀγαθὸν, ἀλλὰ πάντων ἀπολαύειν τῶν ἀγαθῶν ἐκ τῶν τοῦ Δημιουργοῦ ποιημάτων. Ἐγὼ δὲ τὰ πλεῖστα καταλιπὼν, ἐπὶ τὰ συνεχῆ τῆς γραφῆς μεταβήσομαι. Καὶ γὰρ οὗτος πάλιν ὁ σύλλογος εἰς πολλὰ τμήματα διῃρέθη ΚΕʹ. —Περὶ Ἀπελλοῦ καὶ Ποτίτου, καὶ Πρέπωνος, καὶ τῶν ἄλλων. Ἀπελλῆς μὲν γὰρ τοῖς τοῦ Μαρκίωνος ἀγεννήτοις καὶ ἕτερον προστέθεικε Πύρινον. Οὗτος καὶ ἕτερον βιβλίον συνθεὶς, Φιλουμένης προφητείαν ὠνόμασε. Καὶ τῷ Χριστῷ δὲ περιτέθεικε σῶμα, οὐκ ἀνθρώπειον, ἀλλ' ἐκ τῆς τοῦ κόσμου οὐσίας. Πότιτος δὲ, καὶ Βλάστος, καὶ Σύνερως, καὶ Πρέπων, καὶ Πίθων, διαφόρων διδασκαλιῶν προέστησαν· οὗτοι δὲ πάντες τὰς ἀφορμὰς ἐκ τῆς Μαρκίωνος ἐσχήκασιν βλασφημίας. Πλεῖστοι μέντοι κατὰ τῆσδε τῆς ἀσεβείας συνέγραψαν. Καὶ γὰρ Ἰουστῖνος ὁ φιλόσοφος καὶ