# Haereticarum fabularum compendium 83.377

Theodoretus, Haereticarum fabularum compendium, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/haereticarum-fabularum-compendium/83.377

μάρτυς, καὶ Θεόφιλος ὁ τῆς Ἀντιοχέων ἐπίσκοπος, καὶ Φίλιππος ὁ Γορτύνης ἐπίσκοπος, καὶ Εἰρηναῖος, οὗ καὶ πρόσθεν ἐμνήσθημεν, ἐπίσκοπος Λουγδούνου, καὶ Μόδεστος, καὶ Ὠριγένης, καὶ Ῥόδων, καὶ Ἀδαμάντιος, καὶ Ἱππόλυτος, καὶ ὁ Ἐμεσηνὸς Εὐσέβιος, καὶ πάντες ἄριστα καὶ σοφώτατα τῆς βλασφημίας τὴν λύτταν διήλεγξαν. Κϛʹ. —Περὶ Μάνεντος. Ὁ δὲ Μάνης Πέρσης μὲν ἦν, ὥς φασι, τὸ γένος, τῆς δὲ δουλείας ἐπὶ πλεῖστον εἵλκυσε τὸν ζυγὸν, Σκυθιανὸς δὲ δουλεύων προσηγορεύετο· ὃς κληρονόμος τῆς δεσποίνης γενόμενος, οὐκ ἠγάπησε παρ' ἐλπίδα πλουτήσας, οὐδὲ ὕμνησε τὸν δοτῆρα τῶν ἀγαθῶν, ἀλλ' εἰς βλασφημίαν καὶ δυσσεβῆ μυθολογίαν τὴν γλῶτταν ἐκίνησεν, ὄργανον τελειότατον γενόμενος τοῦ τῆς ἀληθείας ἐχθροῦ. Οὗτος δύο ἀγεννήτους καὶ ἀϊδίους ἔφησεν εἶναι, Θεὸν καὶ Ὕλην, καὶ προσηγόρευσε τὸν μὲν Θεὸν Φῶς, τὴν δὲ Ὕλην Σκότος· καὶ τὸ μὲν Φῶς Ἀγαθὸν, τὸ δὲ Σκότος, Κακόν, ἐπιτέθεικε δὲ καὶ ἄλλα ὀνόματα. Τὸ μὲν γὰρ Φῶς ὠνόμασε δένδρον ἀγαθὸν, ἀγαθῶν πεπληρωμένον καρπῶν· τὴν δὲ Ὕλην, δένδρον κακὸν, συμβαίνοντας τῇ ῥίζῃ φέρον καρπούς. Ἀφεστηκέναι τῆς Ὕλης ἔφησε τὸν Θεὸν, καὶ παντάπασιν ἀγνοεῖν, καὶ αὐτὸν τὴν Ὕλην, καὶ τὴν Ὕλην αὐτόν· καὶ σχεῖν, τὸν μὲν Θεὸν, τά τε ἀρκτῷα μέρη, καὶ τὰ ἑῷα, καὶ τὰ ἑσπέρια, τὴν δὲ Ὕλην τὰ νότια· αἰῶσι δὲ πολλοῖς ὕστερον διαστασιάσαι πρὸς ἑαυτὴν τὴν Ὕλην, καὶ τοὺς ταύτης καρποὺς πρὸς ἀλλήλους· τοῦ δὲ πολέμου συστάντος, καὶ τῶν μὲν διωκόντων, τῶν δὲ διωκομένων, μέχρι τῶν ὅρων τοῦ Φωτὸς αὐτοὺς ἀφικέσθαι, εἶτα τὸ Φῶς θεασαμένους, ἡσθῆναί τε ἐπ' αὐτῷ, καὶ θαυμάσαι, καὶ βουληθῆναι πασσυδεὶ κατ' αὐτοῦ στρατεῦσαι, καὶ ἁρπάσαι, καὶ κερᾶσαι τῷ Φωτὶ τὸ ἴδιον σκότος. Ὥρμησεν οὖν, ὡς ὁ ἀσύστατος, καὶ φλήναφος, καὶ ἀνόητος ἔφησε μῦθος, ἡ Ὕλη μετὰ τῶν δαιμόνων, καὶ τῶν εἰδώλων, καὶ τοῦ πυρὸς, καὶ τοῦ ὕδατος, κατὰ τοῦ φανέντος Φωτός. Ὁ Θεὸς δὲ, τὴν ἀθρόαν στρατείαν ὀῤῥωδήσας· οὐ γὰρ εἶχε, φησὶ, πῦρ, ἵνα κεραυνοῖς χρήσηται, καὶ σκηπτοῖς, οὔτε ὕδωρ, ἵνα κατακλυσμὸν ἐπενέγκῃ, οὐδὲ σίδηρον, ἢ ἄλλο τι ὅπλον· τοιόνδε τι μηχανᾶται. Μοῖράν τινα τοῦ Φωτὸς λαβὼν, οἷόν τι δέλεαρ καὶ ἄγκιστρον τῇ Ὕλῃ προσέπεμψε· προσκειμένη δὲ ἐκείνη, καὶ ὑπὲρ αὐτὸ στρωθεῖσα, κατέπιε τὸ πεμφθὲν, καὶ προσεδέθη, καὶ καθάπερ τινὶ περιεπάρη πάγῃ. Ἐντεῦθεν ἀναγκασθῆναί φασι τὸν Θεὸν δημιουργῆσαι τὸν κόσμον. Τὰ δὲ τοῦ κόσμου μέρη οὐκ αὐτοῦ λέγουσιν, ἀλλὰ τῆς Ὕλης εἶναι ποιήματα. Ἐδημιούργησε δὲ, διαλῦσαι αὐτῆς τὴν σύστασιν βουληθεὶς, καὶ εἰς εἰρήνην ἀγαγεῖν τὰ μαχόμενα, ὥστε κατὰ βραχὺ καὶ τὸ ἀνακραθὲν τῇ Ὕλῃ Φῶς ἐλευθερῶσαι. Καὶ τὸν ἄνθρωπον δὲ οὐχ ὑπὸ τοῦ Θεοῦ πλασθῆναι λέγουσιν, ἀλλ' ὑπὸ τοῦ τῆς Ὕλης ἄρχοντος· Σακλᾶν δὲ τοῦτον προσαγορεύουσιν· καὶ τὴν Εὔαν ὡσαύτως ὑπὸ τοῦ Σακλᾶ καὶ τοῦ Νεβ-

---

Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg031.local001/.
