# Haereticarum fabularum compendium 83.380

Theodoretus, Haereticarum fabularum compendium, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/haereticarum-fabularum-compendium/83.380

ρὼδ γενέσθαι· καὶ τὸν μὲν Ἀδὰμ θηριόμορφον κτισθῆναι, τὴν δὲ Εὔαν ἄψυχον καὶ ἀκίνητον· τὴν δὲ ἀῤῥενικὴν παρθένον, ἣν τοῦ Φωτὸς ὀνομάζουσι θυγατέρα, καὶ Ἰωὴλ προσαγορεύουσιν, μεταδοῦναί φασι τῇ Εὔᾳ, καὶ ζωῆς καὶ φωτός· τὴν δὲ Εὔαν τῆς θηριωδίας τὸν Ἀδὰμ ἀπαλλάξαι, εἶθ' ὕστερον τοῦ φωτὸς γυμνωθῆναι· τὸν δὲ Σακλᾶν πρῶτον αὐτῇ μιγέντα, θηριόμορφον ἐξ αὐτῆς ἐσχηκέναι παιδίον. Εἶτα καὶ ταύτῃ πάλιν κεκοινωνηκέναι αὐτὸν λέγουσι. Ἀλλὰ γὰρ ἴσως κἀμοὶ ἐπιμέμψαιτ' ἄν τις εἰκότως, ταῦτα συγγράφειν ἀνεχομένῳ. Οὗ δὴ χάριν, τοὺς ἄλλους μύθους καὶ λήρους καταλιπὼν, συντόμως ἐρῶ τῆς δυσσεβοῦς αἱρέσεως τὰ κεφάλαια. Οὗτοι τὸν ἥλιον καὶ τὴν σελήνην θεοὺς ὀνομάζουσι, ποτὲ μὲν αὐτὸν ἀποκαλοῦντες Χριστὸν, καὶ τούτου τεκμήριον ἱκανὸν παρέχουσι, τὸ τὸν ἥλιον ἐκλείπειν· ἐν τῷ τοῦ σταυροῦ καιρῷ· ποτὲ δὲ πλοῖα λέγοντες εἶναι τὰς τῶν τελευτώντων ψυχὰς ἀπὸ τῆς Ὕλης μετάγοντα πρὸς τὸ Φῶς. Οὕτω γὰρ, φησὶ, κατὰ μέρος τῆς πονηρᾶς ἀπαλλάττεται κράσεως. Καὶ τὴν σελήνην δὲ μηνοειδῆ καὶ διχότομον γίνεσθαί φασι, τῷ κενοῦσθαι· καὶ τὰς φωτοειδεῖς ψυχὰς ἀπὸ μὲν τῆς Ὕλης λαμβάνειν, ἀποτίθεσθαι δὲ εἰς τὸ Φῶς· καὶ οὕτω κατὰ βραχὺ τῆς πονηρᾶς τὸ Φῶς ἀπαλλάττεσθαι κράσεως. Ὅταν δὲ πᾶσα τοῦ Φωτὸς ἡ φύσις τῆς Ὕλης ἀποκριθῇ, τότε φασὶ τὸν Θεὸν πυρὶ παραδώσειν αὐτὴν, καὶ μίαν βῶλον ποιήσειν· σὺν αὐτῇ δὲ καὶ τὰς μὴ πεπιστευκυίας εἰς τὸν Μάνητα ψυχάς. Τὸν δὲ διάβολον ποτὲ μὲν Ὕλην καλεῖ, ποτὲ δὲ τῆς Ὕλης ἄρχοντα. Τὸν δὲ γάμον τοῦ διαβόλου νομοθεσίαν φησί. Τὴν δὲ εἰς τοὺς πένητας γινομένην διαβάλλουσι φιλανθρωπίαν, τῆς Ὕλης εἶναι λέγοντες θεραπείαν. Τὸν δὲ Κύριον οὔτε ψυχὴν ἀνειληφέναι φασὶν, οὔτε σῶμα, ἀλλὰ φανῆναι ὡς ἄνθρωπον, καὶ οὐδὲν ἀνθρώπινον ἔχοντα· καὶ τὸν σταυρὸν δὲ, καὶ τὸ πάθος, καὶ τὸν θάνατον, φαντασίᾳ γενέσθαι. Τὴν δὲ τῶν σωμάτων ἀνάστασιν ὡς μῦθον ἐκβάλλουσιν. Οὐδὲν γὰρ τῆς Ὕλης μόριον ἄξιον ὑπειλήφασι σωτηρίας. Ψυχῶν δὲ μετενσωματώσεις λέγουσι γίνεσθαι, καὶ τὰς μὲν εἰς πτηνῶν, τὰς δὲ εἰς κτηνῶν, καὶ θηρίων, καὶ ἑρπετῶν σώματα καταπέμπεσθαι. Πάντα δὲ νομίζουσιν ἔμψυχα, καὶ τὸ πῦρ, καὶ τὸ ὕδωρ, καὶ τὸν ἀέρα, καὶ τὰ φυτὰ, καὶ τὰ σπέρματα. Οὗ δὴ χάριν οἱ καλούμενοι τέλειοι παρ' αὐτοῖς, οὔτε ἄρτον κλῶσιν, οὔτε λάχανον τέμνουσιν, ἀλλὰ καὶ τοῖς ταῦτα δρῶσιν, ὡς μιαιφόνοις προφανῶς ἐπαίρονται· ἐσθίουσι δὲ ὅμως τὰ τεμνόμενα καὶ τὰ κλώμενα. Κέχρηνται δὲ καὶ γοητείαις διαφερόντως, τὰ δυσαγῆ αὑτῶν ἐκτελοῦντες μυστήρια· ταύτῃτοι καὶ δυσέκνιπτος αὐτῶν ἡ διδασκαλία, καὶ τὸν τῶν μυσαρῶν ὀργίων μετειληχότα λίαν ἐστὶ δυσχερὲς μετατιθέναι τῆς τῶν ψυχοφθόρων ἐνεργείας δαιμόνων, ταῖς τῶν τελούντων ἐπῳδαῖς τὰς ἐκείνων καταδεσμούντων ψυχάς. Οὗτος ὁ Μάνης τρεῖς ἔσχε τὴν ἀρχὴν φοιτητὰς, Ἀλδὰν, καὶ Θωμᾶν, καὶ Ἑρμᾶν. Καὶ τὸν μὲν

---

Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg031.local001/.
