# Haereticarum fabularum compendium 83.385

Theodoretus, Haereticarum fabularum compendium, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/haereticarum-fabularum-compendium/83.385

ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα, καὶ ὀστράκινα, καὶ ἃ μὲν εἰς τιμὴν, ἃ δὲ εἰς ἀτιμίαν.» Δείκνυσι δὲ καὶ τὸ τῆς γνώμης αὐθαίρετον, καὶ τὸν νοῦν αὐτοκράτορα ὄντα, καὶ ῥᾳδίως τὴν οἰκείαν μετατιθέναι ῥοπὴν ἐφ' ὅπερ ἂν ἐθέλῃ δυνάμενον. Λέγει δὲ οὕτως· «Ἐάν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τῶν τοιούτων, ἔσται σκεῦος εἰς τιμὴν ἡγιασμένον, καὶ εὔχρηστον, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον.» Παραπλήσια δὲ κἀν τῇ προτέρᾳ γέγραφεν Ἐπιστολῇ. «Ταύτην γὰρ, φησὶ, τὴν παραγγελίαν παρατίθεμαί σοι, τέκνον Τιμόθεε, κατὰ τὰς προαγούσας ἐπὶ σὲ προφητείας, ἵνα στρατεύῃ ἐν αὐταῖς τὴν καλὴν στρατείαν, ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν, ἥν τινες ἀπωσάμενοι, περὶ τὴν πίστιν ἐναυάγησαν· ὧν ἐστιν Ὑμέναιος καὶ Ἀλέξανδρος, οὓς παρέδωκα τῷ Σατανᾷ, ἵνα παιδευθῶσι μὴ βλασφημεῖν.» Σαφῶς δὲ διὰ τούτων ἐδίδαξεν, ὡς ὁ παράνομος βίος ὑποβάθρα τῆς ἀσεβείας. Τὴν γὰρ ἀγαθὴν συνείδησιν τὸν καθαρὸν προσηγόρευσε βίον. Ἐκείνους δὲ ἔφη ταύτην ἀπωσαμένους ναυαγῆσαι περὶ τὴν πίστιν. Καὶ πάλιν· «Τοὺς δὲ βεβήλους καὶ γραώδεις μύθους παραιτοῦ.» Καὶ αὖθις· «Εἴ τις ἑτεροδιδασκαλεῖ, καὶ μὴ προσέρχεται ὑγιαίνουσι λόγοις τοῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τῇ κατ' εὐσέβειαν διδασκαλίᾳ, τετύφωται μηδὲν ἐπιστάμενος, ἀλλὰ λογομαχῶν, καὶ περὶ ζητήσεις νοσῶν,» καὶ τὰ ἑξῆς. Καὶ μετ' ὀλίγα· «Ῥίζα πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία, ἧς τινες ὀρεγόμενοι, ἀπεπλανήθησαν ἀπὸ τῆς πίστεως, καὶ ἑαυτοὺς περιέπειραν ὀδύναις πολλαῖς.» Καὶ ἐν αὐτῷ δὲ τῷ τέλει παρακελευστικῶς βοᾷ· «Ὦ Τιμόθεε, τὴν παρακαταθήκην φύλαξον, ἐκτρεπόμενος τὰς βεβήλους κενοφωνίας, καὶ ἀντιθέσεις τῆς ψευδωνύμου γνώσεως, ἥν τινες ἐπαγγελλόμενοι περὶ τὴν πίστιν ἠστόχησαν.» Ταῦτα μὲν σαφῶς δηλοῖ, ὡς αὐτῶν ἔτι κηρυττόντων ἀνεφάνησαν πολλοὶ τῶν μυσαρῶν αἱρέσεων ἀρχηγοί. Προαγορεύει δὲ καὶ ὡς μετὰ τὴν αὐτῶν ἐκδημίαν, κενά τινες τούς σφισι πειθομένους διδάξουσι δόγματα. «Τὸ γὰρ Πνεῦμα, φησὶν, ῥητῶς λέγει, ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις, καὶ διδασκαλίαις δαιμονίων, ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν, κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάληψιν μετ' εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν.» Κἀν τῇ δευτέρᾳ δὲ πολλὰς τῶν μετ' αὐτοὺς ἐσομένων ἀνθρώπων κατηγορίας προειπὼν, καὶ ταῦτα προστέθεικεν· «Ἐκ τούτων γάρ εἰσιν οἱ ἐνδύνοντες εἰς τὰς οἰκίας, καὶ αἰχμαλωτίζοντες γυναικάρια σεσωρευμένα ἁμαρτίαις, ἀγόμενα ἐπιθυμίαις ποικίλαις, πάντοτε μανθάνοντα, καὶ

---

Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg031.local001/.
