Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium 83.388
Not analysed yet
μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν δυνάμενα· ὃν τρόπον δὲ Ἰάννης καὶ Ἰαμβρὴς ἀντέστησαν Μωϋσῇ, οὕτως καὶ οὗτοι ἀνθίστανται τῇ ἀληθείᾳ, ἄνθρωποι κατεφθαρμένοι τὸν νοῦν, ἀδόκιμοι περὶ τὴν πίστιν.» Εἶτα προλέγει καὶ τὸ τῆς ψευδολογίας εὐφώρατον· «Ἀλλ' οὐ προκόψουσιν ἐπὶ πλεῖστον· ἡ γὰρ ἄνοια αὐτῶν ἔκδηλος ἔσται πᾶσιν, ὡς καὶ ἡ ἐκείνων ἐγένετο.» Ἐγὼ δὲ τὰς ἀποστολικὰς παρήγαγον μαρτυρίας, δεῖξαι βουλόμενος, ὡς ἔτι γεωργούντων αὐτῶν ὁ κοινὸς δυσμενὴς παρέσπειρε τῶν αἱρέσεων τὰ ζιζάνια. Ἀλλ' ὁ πάνσοφος Δεσπότης, τὴν μὲν τῶν πονηρῶν σπερμάτων καταβολὴν οὐκ ἐκώλυσε· τὰ δὲ πλεῖστα τῶν ζιζανίων εἰς σῖτον μετέβαλε· καὶ μαρτυροῦσι καὶ πόλεις, καὶ κῶμαι, καὶ τῶν Σίμωνος, καὶ τῶν Μενάνδρου, καὶ Κλεοβίου, καὶ Δοσιθέου, καὶ Γορθέου, καὶ Ἀδριανοῦ, καὶ Σατορνίλου, καὶ Βασιλίδου, καὶ Ἰσιδώρου, καὶ Καρποκράτους, καὶ Ἐπιφάνους, καὶ τῶν ἄλλων ἁπαξαπλῶς τῶν τοιούτων ζιζανίων ἀπηλλαγμέναι. Τοὺς γὰρ ὑπ' ἐκείνων βουκοληθέντας πυροὺς ὡρίμους ὁ Δεσπότης ὠνόμασεν. Ὀλίγοι δέ τινες ἄγαν εὐαρίθμητοι, καὶ οὗτοι σποράδες ἔν τισι τῶν πόλεων, τὴν Βαλεντίνου, καὶ Μαρκίωνος, καὶ τοῦ Μάνεντος διέμειναν περικείμενοι λώβην· εἰς ἔλεγχον δὲ ἴσως τῶν νῦν τὰς Ἐκκλησίας νέμειν πεπιστευμένων, οὐδὲ τὰ σμικρὰ τῶν δυσσεβῶν αἱρέσεων λείψανα μεταβαλεῖν δυναμένων. Ὁ δὲ ἀντίθεος δαίμων τοῦ κατὰ τῆς εὐσεβείας πολέμου κόρον λαβεῖν οὐκ ἠθέλησεν· ἀλλὰ ἄλλους πάλιν κατὰ τῆς ἀληθείας ἐστράτευσεν ἄντικρυς ἐναντία τοῖς προῤῥηθεῖσι τεθρησκευκότας αἱρετικοῖς. Αʹ. —Περὶ Ἐβίωνος. Ταυτησὶ δὲ τῆς φάλαγγος ἦρξεν Ἐβίων, τὸν πτωχὸν δὲ οὕτως Ἑβραῖοι προσαγορεύουσιν. Οὗτος ἔνα μὲν τὸν ἀγέννητον ἔφη παραπλησίως ἡμῖν, καὶ αὐτὸν ἔδειξεν εἶναι τοῦ κόσμου δημιουργόν· τὸν δὲ Κύριον Ἰησοῦν Χριστὸν ἐξ Ἰωσὴφ καὶ τῆς Μαρίας ἔφησε γεγενῆσθαι, ἄνθρωπον μὲν ὄντα, ἀρετῇ δὲ καὶ καθαρότητι τῶν ἄλλων διαφέροντα· κατὰ δὲ τὸν Μωσαϊκὸν πολιτεύονται νόμον. Μόνον δὲ τὸ κατὰ Ἑβραίους Εὐαγγέλιον δέχονται, τὸν δὲ Ἀπόστολον ἀποστάτην καλοῦσι. Ἐκ τούτων ἦν Σύμμαχος, ὁ τὴν παλαιὰν Γραφὴν ἐκ τῆς Ἑβραίων μετατεθεικὼς εἰς τὴν Ἑλλάδα φωνήν. Ἄλλη δὲ παρὰ ταύτην συμμορία, τὴν αὐτὴν ἐπωνυμίαν ἔχουσα· Ἐβιωνεῖς γὰρ καὶ οὗτοι προσαγορεύονται· τὰ ἄλλα μὲν ἅπαντα συνομολογεῖ τοῖς προτέροις, τὸν δὲ Σωτῆρα καὶ Κύριον ἐκ Παρθένου γεγεννῆσθαί φησιν.