# Haereticarum fabularum compendium 83.389

Theodoretus, Haereticarum fabularum compendium, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/haereticarum-fabularum-compendium/83.389

Εὐαγγελίῳ δὲ τῷ κατὰ Ματθαῖον κέχρηνται μόνῳ, καὶ τὸ μὲν Σάββατον κατὰ τὸν Ἰουδαίων τιμῶσι νόμον, τὴν δὲ Κυριακὴν καθιεροῦσι παραπλησίως ἡμῖν. Βʹ. —Περὶ τῶν Ναζωραίων. Οἱ δὲ Ναζωραῖοι Ἰουδαῖοί εἰσι, τὸν Χριστὸν τιμῶντες ὡς ἄνθρωπον δίκαιον, καὶ τῷ καλουμένῳ κατὰ Πέτρον Εὐαγγελίῳ κεχρημένοι. Ταύτας συστῆναι τὰς αἱρέσεις Δομετιανοῦ βασιλεύοντος ὁ Εὐσέβιος εἴρηκε. Κατὰ τούτων συνέγραψεν Ἰουστῖνος ὁ φιλόσοφος καὶ μάρτυς, καὶ Εἰρηναῖος ὁ τῶν ἀποστόλων διάδοχος, καὶ Ὠριγένης. Γʹ. —Περὶ Κηρίνθου. Κατὰ δὲ τὸν αὐτὸν χρόνον καὶ Κήρινθος ἑτέρας ἦρξεν αἱρέσεως. Οὗτος ἐν Αἰγύπτῳ πλεῖστον διατρίψας χρόνον, καὶ τὰς φιλοσόφους παιδευθεὶς ἐπιστήμας, ὕστερον εἰς τὴν Ἀσίαν ἀφίκετο, καὶ τοὺς οἰκείους μαθητὰς ἐκ τῆς οἰκείας προσηγορίας ὠνόμασεν. Ἐδίδαξε δὲ οὗτος, ἕνα μὲν εἶναι τὸν τῶν ὅλων Θεὸν, οὐκ αὐτὸν δὲ εἶναι τοῦ κόσμου δημιουργὸν, ἀλλὰ δυνάμεις τινὰς κεχωρισμένας, καὶ παντελῶς αὐτὸν ἀγνοούσας. Τὸν Ἰησοῦν δὲ, τοῖς Ἑβραίοις παραπλησίως, ἔφησε κατὰ φύσιν ἐξ ἀνδρὸς γεγεννῆσθαι καὶ γυναικὸς, τοῦ Ἰωσὴφ καὶ τῆς Μαρίας, σωφροσύνῃ δὲ, καὶ δικαιοσύνῃ, καὶ τοῖς ἄλλοις ἀγαθοῖς διαπρέψαι. Τὸν δὲ Χριστὸν ἐν εἴδει περιστερᾶς ἄνωθεν εἰς αὐτὸν κατελθεῖν, καὶ τηνικαῦτα τὸν ἀγνοούμενον κηρύξαι Θεὸν, καὶ τὰς ἀναγράπτους ἐπιτελέσαι θαυματουργίας. Κατὰ δὲ τὸν τοῦ πάθους καιρὸν, ἀποστῆναι μὲν τὸν Χριστὸν, τὸ δὲ πάθος ὑπομεῖναι τὸν Ἰησοῦν. Οὗτος καὶ ἀποκαλύψεις τινὰς ὡς αὐτὸς τεθεαμένος ἐπλάσατο, καὶ ἀπειλῶν τινων διδασκαλίας συνέθηκε, καὶ τοῦ Κυρίου τὴν βασιλείαν ἔφησεν ἐπίγειον ἔσεσθαι· καὶ βρῶσιν καὶ πόσιν ὠνειροπόλησε, καὶ φιληδονίας ἐφαντάσθη, καὶ γάμους, καὶ θυσίας, καὶ ἑορτὰς, ἐν Ἱερουσαλὴμ τελουμένας, καὶ ταῦτα ἐπὶ χιλίοις ἔτεσι τελεσθήσεσθαι. Τοσοῦτον γὰρ ᾤετο καθέξειν τοῦ Κυρίου τὴν βασιλείαν. Κατὰ τούτου δὲ οὐ μόνον οἱ προῤῥηθέντες συνέγραψαν, ἀλλὰ σὺν ἐκείνοις καὶ Γάϊος, καὶ Διονύσιος ὁ τῆς Ἀλεξανδρέων ἐπίσκοπος. Τοῦτον, ὥς φασιν, ὁ θεσπέσιος Ἰωάννης ὁ εὐαγγελιστὴς λουόμενον θεασάμενος· συνέβη γὰρ καὶ αὐτὸν δι' ἀῤῥωστίαν χρῆσθαι τῷ βαλανείῳ· Φύγωμεν, εἶπεν, ἐντεῦθεν, μὴ διὰ Κήρινθον τοῦ βαλανείου πεσόντος, τῆς βλάβης καὶ ἡμεῖς συμμετάσχωμεν. Δʹ. —Περὶ Ἀρτέμωνος. Καὶ Ἀρτέμων δέ τις, ὅν τινες Ἀρτεμᾶν ὀνομά-

---

Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg031.local001/.
