# Haereticarum fabularum compendium 83.392

Theodoretus, Haereticarum fabularum compendium, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/haereticarum-fabularum-compendium/83.392

ζουσι, τὰ μὲν κατὰ τὸν τῶν ὅλων Θεὸν παραπλησίως ἡμῖν ἐδόξασεν, αὐτὸν εἰρηκὼς εἶναι τοῦ παντὸς ποιητήν· τὸν δὲ Κύριον Ἰησοῦν Χριστὸν ἄνθρωπον εἶπε ψιλὸν, ἐκ παρθένου γεγεννημένον, τῶν δὲ προφητῶν ἀρετῇ κρείττονα. Ταῦτα δὲ καὶ τοὺς ἀποστόλους ἔλεγε κεκηρυχέναι, παρερμηνεύων τῶν θείων Γραφῶν τὴν διάνοιαν, τοὺς δὲ μετ' ἐκείνους θεολογῆσαι τὸν Χριστὸν, οὐκ ὄντα Θεόν. Εʹ. —Περὶ Θεοδότου. Καὶ Θεόδοτος δὲ ὁ Βυζάντιος ὁ σκυτεὺς ταὐτὰ τούτῳ πεφρονηκὼς, ἑτέρας ἡγήσατο φρατρίας. Τοῦτον δὲ ὁ τρισμακάριος Βίκτωρ, ὁ τῆς Ῥωμαίων ἐπίσκοπος, ἀπεκήρυξεν, ὡς παραχαράξαι πειραθέντα τῆς Ἐκκλησίας τὰ δόγματα. Κατὰ τῆς τούτων αἱρέσεως ὁ σμικρὸς συνεγράφη Λαβύρινθος, ὅν τινες Ὠριγένους ὑπολαμβάνουσι ποίημα, ἀλλ' ὁ χαρακτὴρ ἐλέγχει τοὺς λέγοντας. Εἴτε δὲ ἐκεῖνος, εἴτε ἄλλος συνέγραψε, τοιόνδε ἐν αὐτῷ διηγεῖται διήγημα. Νατάλιον ἔφη τινὰ, τῶν γενναίων ὁμολογητῶν ἕνα γεγενημένον, ἐξαπατηθῆναι ὑπὸ Ἀσκληπιάδου καὶ Θεοδότου ἑτέρου τῆς αὐτῆς ὄντων αἱρέσεως, ὥστε ἐπὶ μισθῷ προστατεῦσαι τῆς φρατρίας, διὰ τὸ τῆς ὁμολογίας ἐπίσημον. Ὑπέσχοντο δὲ παρέξειν αὐτῷ πεντήκοντα καὶ ἑκατὸν καθ' ἑκάστην ἡμέραν δηνάρια. Τούτῳ πολλάκις ὁ τῶν ψυχῶν ἰατρὸς παρῄνεσεν ἀπαλλαγῆναι τῆς πλάνης, οὐχ ὑπὲρ τούτων λέγων αὐτὸν, ἀλλ' ὑπὲρ τῶν εὐαγγελικῶν ἠθληκέναι δογμάτων. Ἐπειδὴ δὲ οὐχ ὑπεῖξε, τῇ τιμῇ δεδουλωμένος, ἣν ἔχειν ὑπελάμβανε τῶν ἐξηπατημένων ἡγούμενος, χαλεπὰς αὐτῷ δι' ἀγγέλων ἐπήνεγκε μάστιγας. Τῇ πείρᾳ δὲ μαθὼν τίνων ἐστὶ πρόξενον τὸ ἀντιτείνειν Θεῷ, κατὰ τάχος μὲν ἕωθεν εἰς τὴν ἐκκλησίαν ἀφίκετο· τοῦ δὲ ἀρχιερέως προκυλινδούμενος, ἐδεῖτο πρεσβείαν ὑπὲρ αὐτοῦ τῷ φιλανθρώπῳ προσενεχθῆναι Δεσπότῃ. Ὀλοφυρόμενον δὲ καὶ ποτνιώμενον ᾤκτειρεν ἐκεῖνος, καὶ χεῖρα ὤρεξεν εἰς μετάνοιαν. Ταῦτα περὶ τούτου φήσας ὁ προῤῥηθεὶς συγγραφεὺς, προστέθεικεν, ὡς οἱ τὴν αἵρεσιν συντεθεικότες ῥᾳδιουργῆσαι τὴν θείαν Γραφὴν ἐτόλμησαν, καὶ τὰ μὲν περικόψαι, τὰ δὲ προσθεῖναι· διωρθωκέναι τὰ οὐκ εὖ ἔχοντα λέγοντες, καὶ σοφωτέρους ἑαυτοὺς τοῦ παναγίου Πνεύματος ἀποφαίνοντες. Καὶ οὐδὲ τοῦτο συμφώνως αὐτοὺς δεδρακέναι λέγει, ἀλλὰ ἄλλως μὲν τὸν Θεόδοτον, ἑτέρως δὲ τὸν Ἀσκληπιάδην, καὶ Ἑρμόφιλον ἄλλως, καὶ τὸν Ἀπολλωνίδην ἑτέρως· καὶ τούτων δὲ ἕκαστον ἐπιδιορθώσεις τῶν οἰκείων ποιήσασθαι, ὥστε πολλὴν εἶναι τῶν ἀντιγράφων διαφωνίαν. Περὶ μὲν οὖν τούτων ταῦτα μεμαθήκαμεν. ϛʹ. —Περὶ Μελχισεδεκιανῶν. Τοὺς δὲ Μελχισεδεκιανοὺς, τμῆμα μὲν εἶναι τούτων φασὶ, καθ' ἓν δὲ μόνον διαφωνεῖν, τὸ τὸν

---

Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg031.local001/.
