Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium 83.393
Not analysed yet
Μελχισεδὲκ δύναμίν τινα καὶ θείαν καὶ μεγίστην ὑπολαμβάνειν, κατ' εἰκόνα δὲ αὐτοῦ τὸν Χριστὸν γεγενῆσθαι. Ἦρξε δὲ τῆς αἱρέσεως ταύτης ἄλλος Θεόδοτος, ἀργυραμοιβὸς τὴν τέχνην. Ζʹ. —Περὶ Ἐλκεσαίων. Οἱ δὲ Ἐλκεσαῖοι, ἔκ τινος Ἐλκεσαῒ τῆς αἱρέσεως ἄρξαντος τὴν προσηγορίαν λαβόντες, ἐκ διαφόρων αἱρέσεων μύθους ἐρανισάμενοι, τὴν οἰκείαν συντεθείκασι πλάνην. Καὶ περὶ μὲν τὴν τῶν ὅλων ἀρχὴν συμφωνοῦσιν ἡμῖν. Ἕνα γὰρ ἀγέννητον λέγουσι, καὶ τοῦτον τῶν ἁπάντων καλοῦσι Δημιουργόν. Χριστὸν δὲ οὐχ ἕνα λέγουσιν, ἀλλὰ τὸν μὲν ἄνω, τὸν δὲ κάτω· καὶ τοῦτον πάλαι πολλοῖς ἐνῳκηκέναι, ὕστερον δὲ κατεληλυθέναι· τὸν δὲ Ἰησοῦν ποτὲ μὲν ἐκ τοῦ Θεοῦ εἶναί φησι, ποτὲ δὲ πνεῦμα καλεῖ, ποτὲ δὲ παρθένον ἐσχηκέναι μητέρα. Ἐν ἄλλοις δὲ συγγράμμασιν οὐδὲ τοῦτο. Καὶ τοῦτον δὲ πάλιν μετενσωματοῦσθαι, καὶ εἰς ἄλλα ἰέναι σώματα λέγει, καὶ καθ' ἕκαστον καιρὸν διαφόρως δείκνυσθαι. Ἐπῳδαῖς δὲ καὶ δαιμόνων ἐπικλήσεσι καὶ οὗτοι κέχρηνται, καὶ βαπτίσμασιν ἐπὶ τῇ τῶν στοιχείων ὁμολογίᾳ. Ἀστρολογίαν δὲ, καὶ μαγικὴν, καὶ μαθηματικὴν ἠσπάζοντο πλάνην, καὶ Προγνωστικοὺς ἑαυτοὺς προσηγόρευον. Τὸν δὲ Ἀπόστολον παντελῶς ἠρνήθησαν· καὶ βίβλον δέ τινα συντεθείκασιν, ἣν ἐκ τῶν οὐρανῶν ἔφασαν πεπτωκέναι. Ταύτης τὸν ἀκηκοότα ἄφεσιν ἁμαρτιῶν λαμβάνειν παρ' ἣν ὁ Χριστὸς ἐδωρήσατο. Κατὰ ταύτης τῆς αἱρέσεως Ὠριγένης συνέγραψεν ἀληθῶς. Συνεκρότησε δὲ αὐτὴν Ἀλκιβιάδης, ἐξ Ἀπαμείας τῆς Συρίας ὁρμώμενος. Ηʹ. —Περὶ Παύλου τοῦ Σαμοσατέως. Παῦλος δὲ ὁ Σαμοσατεὺς, τῆς μὲν Ἀντιοχέων ἐπίσκοπος ἦν. Ζηνοβίας δὲ κατ' ἐκεῖνον τὸν καιρὸν τοπαρχούσης· (Πέρσαι γὰρ Ῥωμαίους νενικηκότες ταύτῃ παρέδοσαν τὴν τῆς Συρίας καὶ Φοινίκης ἡγεμονίαν), εἰς τὴν Ἀρτέμωνος ἐξώκειλεν αἵρεσιν, ταύτῃ νομίζων θεραπεύειν ἐκείνην τὰ Ἰουδαίων φρονοῦσαν. Τοῦτο μαθόντες οἱ τὰς Ἐκκλησίας ἰθύνοντες, οὐχ ὑπέλαβον ἀκίνδυνον παριδεῖν τοσαύτην νόσον ἕρπειν ἐπειγομένην, καὶ συνεργὸν ἔχουσαν τὴν τῆς μεγίστης πόλεως περιφάνειαν. Καὶ Διονύσιος μὲν ὁ τῆς Ἀλεξανδρέων ἐπίσκοπος, ἀνὴρ ἐπίσημος ἐν διδασκαλίᾳ γενόμενος, ἀνεβάλετο μὲν τὴν ἐκδημίαν, διὰ τὴν τοῦ γήρως ἀσθένειαν· διὰ δὲ γραμμάτων ἐκείνῳ παρῄνεσε τὰ προσήκοντα, καὶ τοὺς συνεληλυθότας ἐπισκόπους εἰς τὸν ὑπὲρ τῆς εὐσεβείας παρέθηξε ζῆλον. Τῶν δὲ συνεληλυθότων ἐπρώτευον Γρηγόριός τε ὁ μέγας, ὁ περιθρύλλητος, ὁ τὰς παρὰ πάντων ᾀδομένας θαυματουργίας ἐπιτελέσας διὰ τῆς ἐνοικούσης τοῦ Πνεύματος χάριτος, καὶ Ἀθηνόδωρος ὁ ἐκείνου γε ἀδελφὸς, καὶ Φιρμιλιανὸς ὁ Καισαρέων τῆς Καππαδοκίας ἐπίσκοπος, περιφα-