# Haereticarum fabularum compendium 83.396

Theodoretus, Haereticarum fabularum compendium, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/haereticarum-fabularum-compendium/83.396

νὴς ἀνὴρ, καὶ γνῶσιν ἑκατέραν ἔχων, καὶ τὴν θύραθεν, καὶ τὴν θείαν· καὶ πρὸς τούτοις Ἕλενος ὁ τὴν Κιλίκων ἰθύνων μητρόπολιν. Οὗτοι πολλῶν ὄντων τῶν συνεληλυθότων ἡγοῦντο. Καὶ πρῶτον μὲν εἰσηγήσεσι καὶ συμβουλαῖς ἐπειράθησαν τῆς κακοδοξίας μεταθεῖναι τὸν Παῦλον. Ἐπειδὴ δὲ ἠρνήθη προφανῶς ἐκεῖνος μηδὲν τοιοῦτο πεφρονηκέναι, ἀλλὰ τοῖς ἀποστολικοῖς ἔφησεν ἀκολουθεῖν δόγμασιν, ὑμνήσαντες ἐπὶ τῇ συμφωνίᾳ τὸν Δεσπότην, τὰ σφέτερα κατέλαβον ποίμνια. Χρόνου δὲ διελθόντος, αὖθις ἡ φήμη πανταχόσε διατρέχουσα, ἐμήνυεν ἅπασι τοῦ Παύλου τὴν ἐκτροπήν. Ἀλλ' οὐδὲ οὕτως οἱ πανεύφημοι ἄνδρες προχείρως εἰς τὴν τοῦ ἀνδρὸς ἐχώρησαν ἐκτομήν· ἀλλὰ πρῶτον μὲν ἐπειράθησαν ἰατρεῦσαι γράμμασι τὴν νόσον· ἐπειδὴ δὲ δυσίατον εἶδον τὸ πάθος, πάλιν τὴν Ἀντιόχειαν προθύμως κατέλαβον, καὶ πάλιν ἤπια προσήνεγκαν φάρμακα, καὶ παραινοῦντες, καὶ παρακαλοῦντες, καὶ τῶν γεγενημένων ἀναμιμνήσκοντες συνθηκῶν. Εἶτα ὁρῶντες τὸν μὲν ἐξαρνούμενον, τοὺς δὲ κατηγόρους ἐνισταμένους, καὶ διελέγχειν ὑπισχνουμένους, συνῆλθον εἰς τὸ συνέδριον. Μαλαχίωνος δέ τινος πρότερον μὲν σοφιστεύσαντος, ὕστερον δὲ τῇ τοῦ πρεσβυτέρου τιμηθέντος χειροτονίᾳ, τὴν πρὸς τὸν Παῦλον ποιησαμένου διάλεξιν, ἐφωράθη τὸν Χριστὸν ἄνθρωπον λέγων, θείας χάριτος διαφερόντως ἠξιωμένον. Τότε τοίνυν αὐτὸν ἐνδίκως τῶν ἱερῶν καταλόγων ἐχώρισαν, σύμφωνον ψῆφον ἐξενεγκόντες. Ἐπειδὴ δὲ ἀντέτεινε, καὶ τὴν τῆς Ἐκκλησίας κατεῖχεν ἡγεμονίαν, Αὐρηλιανὸν τηνικαῦτα βασιλεύοντα διδάξαντες τὴν τοῦ Παύλου θρασύτητα, ἔπεισαν ἐξελᾶσαι τῆς Ἐκκλησίας. Καὶ γὰρ τῇ τῶν εἰδώλων θεραπείᾳ δεδουλωμένος ὑπέλαβε δίκαιον, τὸν τῇ τῶν ὁμοπίστων ἀντιλέγοντα ψήφῳ, τῆς ἐκείνων ἀποτμηθῆναι συμμορίας. Θʹ. —Περὶ Σαβελλίου. Σαβέλλιος δὲ ὁ Λίβυς ὁ Πενταπολίτης, τοιαύτης ἦρξεν αἱρέσεως. Μίαν ὑπόστασιν ἔφησεν εἶναι τὸν Πατέρα, καὶ τὸν Υἱὸν, καὶ τὸ ἅγιον Πνεῦμα, καὶ ἓν τριώνυμον πρόσωπον, καὶ τὸν αὐτὸν, ποτὲ μὲν ὡς Πατέρα καλεῖ, ποτὲ δὲ ὡς Υἱὸν, ποτὲ δὲ ὡς ἅγιον Πνεῦμα· καὶ ἐν μὲν τῇ Παλαιᾷ ὡς Πατέρα νομοθετῆσαι, ἐν δὲ τῇ Καινῇ ὡς Υἱὸν ἐνανθρωπῆσαι· ὡς Πνεῦμα δὲ ἅγιον τοῖς ἀποστόλοις ἐπιφοιτῆσαι. Κατὰ τούτου συνέγραψε Διονύσιος, ὁ τῆς Ἀλεξανδρέων ἐπίσκοπος. Ιʹ. —Περὶ Μαρκέλλου. Μάρκελλος δὲ ὁ Γαλάτης τούτῳ μὲν παρα-

---

Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg031.local001/.
