# Haereticarum fabularum compendium 83.405

Theodoretus, Haereticarum fabularum compendium, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/haereticarum-fabularum-compendium/83.405

πρὸς τὰς χρείας τοῦτο κἀκεῖνο καλούμενον. Νοητιανοὶ προσηγορεύθησαν οἱ τήνδε τὴν αἵρεσιν στέρξαντες. Ταύτης μετὰ τὸν Νοητὸν ὑπερήσπισε Κάλλιστος, ἐπιθήκας τινὰς καὶ οὗτος ἐπινοήσας τῇ δυσσεβείᾳ τοῦ δόγματος. Δʹ. —Περὶ Τεσσαρεσκαιδεκατιτῶν. Ἡ δὲ τῶν Τεσσαρεσκαιδεκατιτῶν αἵρεσις ταύτην ὑπόθεσιν ἔχει. Φασὶ τὸν εὐαγγελιστὴν Ἰωάννην, ἐν τῇ Ἀσίᾳ κηρύξαντα, διδάξαι αὐτοὺς ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τῆς σελήνης ἐπιτελέσαι τοῦ Πάσχα τὴν ἑορτήν· κακῶς δὲ τὴν ἀποστολικὴν νενοηκότες παράδοσιν, τὴν τῆς Κυριακῆς ἀναστάσεως οὐκ ἀναμένουσιν ἡμέραν, ἀλλὰ ποτὲ μὲν τρίτῃ, ποτὲ δὲ πέμπτῃ, ποτὲ δὲ Σαββάτῳ, ἢ ὅπως ἂν τύχῃ, πανηγυρίζουσι τοῦ πάθους τὴν μνήμην. Κέχρηνται δὲ καὶ ταῖς πεπλανημέναις τῶν ἀποστόλων Πράξεσι, καὶ τοῖς ἄλλοις νόθοις, μᾶλλον δὲ ἀλλοτρίοις τῆς χάριτος, ἃ καλοῦσιν ἀπόκρυφα. Συμφέρονται δὲ καὶ τοῖς Ναυάτου· καὶ οὗτοι γὰρ τὸν περὶ τῆς μετανοίας ἀποστρέφονται λόγον. Εʹ. —Περὶ Ναυάτου. Ὁ δὲ Ναυᾶτος τῆς Ῥωμαίων Ἐκκλησίας πρεσβύτερος ἦν. Χειμῶνος δὲ σφοδροτάτου ταῖς Ἐκκλησίαις προσπεσόντος, συνέβη τινὰς τῶν εὐσεβείᾳ συντεθραμμένων, μετὰ πολλὰς αἰκίας ἀπαυδῆσαι, καὶ τοῖς τῆς ἀρνήσεως καταχρήσασθαι ῥήμασιν. Οὗτοι γαλήνης γενομένης τῶν τῆς μετανοίας φαρμάκων τυχεῖν ἠντιβόλησαν. Καὶ δὴ τοῖς ἀρίστοις ἔδοξε ποιμέσι τὴν Δεσποτικὴν δεῖσαι κατηγορίαν, τὴν λέγουσαν· «Ὦ οἱ ποιμένες, τὸ συντετριμμένον οὐ κατεδήσατε, καὶ τὸ πεπλανημένον οὐκ ἐπεστρέψατε, καὶ τὸ καταπεπτωκὸς οὐκ ἀνωρθώσατε·» καὶ ὀρέξαι χεῖρα τοῖς πεπτωκόσι, καὶ στηρίξαι τούτους κατὰ τὴν Δεσποτικὴν ἐντολήν. Πρὸς γὰρ δὴ τὸν μέγαν ἔφησε Πέτρον ὁ Κύριος· «Σίμων, Σίμων, ἐξῃτήσατο ὁ Σατανᾶς σινιάσαι ὑμᾶς ὡς τὸν σῖτον· κἀγὼ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου.» Ταύταις ὁ Ναυᾶτος ταῖς βουλαῖς οὐκ ἠρέσθη, ἀλλ' ἄντικρυς ἀντεῖπε, μὴ χρῆναι λέγων τοὺς ἀρνηθέντας σωτηρίας τυχεῖν· παραπλήσιον ποιῶν τοῖς τοὺς ἀῤῥωστοῦντας κωλύουσι τῶν ἰατρικῶν ἀπολαύειν φαρμάκων. Οἱ δὲ τῆς θεραπείας ἀντιβολοῦντες τυχεῖν, διήλεγχον αὐτὸν, πολλάκις μὲν παρακληθέντα δραμεῖν παρ' αὐτοὺς, καὶ λόγοις γοῦν ὑπερεῖσαι ταῖς τοῦ τυράννου μηχαναῖς βαλλομένους· τὸν δὲ κρυπτόμενον, καὶ λανθάνειν πειρώμενον, ἀρνηθῆναι

---

Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg031.local001/.
