# Haereticarum fabularum compendium 83.417

Theodoretus, Haereticarum fabularum compendium, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/haereticarum-fabularum-compendium/83.417

γων μηκύνω (τούτων γὰρ πάντων ἐμνήσθην ἐν ἐκείνῃ τῇ συγγραφῇ), ἴσχυσε καὶ τὸν τῆς πόλεως ἐκείνης ἁρπάσαι θρόνον, καὶ τῶν κηρύκων τῆς ἀληθείας τὰς Ἐκκλησίας γυμνῶσαι. Γʹ. —Περὶ Εὐνομίου καὶ Ἀετίου. Τότε τὸν πανεύφημον Ἐλεύσιον ἐξαγαγὼν τῆς Κυζίκου, τὸν Εὐνόμιον, ἐχειροτόνησεν ἀντ' ἐκείνου. Ὁ δὲ Εὐνόμιος ηὔχει Ἀέτιον τὸν Σύρον διδάσκαλον, οὗ τὸν τρισάθλιον βίον, καὶ ἃ μετῆλθεν ἐπιτηδεύματα, καὶ Γρηγόριος ὁ Νύσσης καὶ Θεόδωρος ὁ Μοψουεστίας, ἐν οἷς κατ' Εὐνομίου συνέγραψαν, ἐδίδαξαν ἀκριβῶς. Οὗτος τὰς Ἀρείου προφανῶς ηὔξησε βλασφημίας. Οὗ δὴ χάριν αὐτὸν ὁ Κωνστάντιος εἰς ἐσχατιάν τινα τῆς Φρυγίας ἐξώρισε· καὶ ταῦτα οὕτω πως ἐκτραπεὶς τῆς ὁδοῦ τῆς εὐθείας, καὶ εἰς ἑτέραν ἀποκλίνας ὁδόν. Μετὰ γὰρ δὴ τὴν τοῦ πατρὸς τελευτὴν, ὑπαχθείς τισι τὴν θεραπείαν τοῦ σώματος πεπιστευμένοις, νόμον τέθεικεν ἀπαγορεύοντα μήτε ὁμοούσιον, μήτε μὴν ἑτεροούσιον τολμᾷν τινα λέγειν τὸν Υἱὸν τοῦ Θεοῦ· οὐ γὰρ ὅσιον ἔλεγε τοῦ Θεοῦ τὴν οὐσίαν ἐρευνᾷν· ὅμοιον δὲ κατὰ πάντα τῷ γεγεννηκότι λέγειν ἐκέλευσε. Διά τοι τοῦτο καὶ τὸν Ἀέτιον, φάναι πρῶτον τολμήσαντα ἀνόμοιον εἶναι τὸν Υἱὸν κατὰ πάντα τῷ τοῦτον γεγεννηκότι Θεῷ, ἐξέπεμψεν εἰς τὴν προειρημένην ἐσχατιάν. Ταῦτ' εἰδὼς ὁ Εὐδόξιος, ἔπεισε τὸν Εὐνόμιον μὴ γυμνῶσαι τὸ σφέτερον φρόνημα, ἀλλὰ τέως ἐν παραβύστῳ κατέχειν, καὶ ἐν σκότῳ τρέφειν οἷόν τι λαθρίδιον κύημα, ἄχρις ἂν τὴν παρὰ τοῦ καιροῦ λάβωσιν ἐξουσίαν. Τούτοις εἴξας ὁ Εὐνόμιος, συνεσκιασμένην τοῖς πολλοῖς ἐν Κυζίκῳ διδασκαλίαν προσέφερεν. Ὠδίνων δὲ τεκεῖν τὴν ἀσέβειαν, παρεδήλου ταύτην διαλεγόμενος, καὶ τῶν ἀκουόντων ἐτίτρωσκε τὰς ψυχάς. Τότε τινὲς, ζήλῳ πυρπολούμενοι θείῳ, κρύπτουσι μὲν τὸν ζῆλον, τὸ δὲ τῆς αἱρέσεως ὑποδύονται πρόσωπον, καὶ τὸ τοῦ Εὐνομίου κατειληφότες δωμάτιον, ἠντιβόλουν σαφῶς διδάξαι τοῦ δόγματος τὴν ἀλήθειαν. Ὑπαχθεὶς δὲ ἐκεῖνος, καὶ τοπάσας εἶναι ὁμόφρονας, ἤμεσε τὸν ἰὸν, ὃν τέως κατέκρυπτεν. Οἱ δὲ πάλιν σπουδαιότερον ἐλιπάρησαν ταύτην αὐτὸν παντὶ τῷ λαῷ τὴν διδασκαλίαν προσενεγκεῖν, καὶ τῆς βασιλέως θεραπείας προτιμῆσαι τὸ ποίμνιον μαθεῖν τὴν ἀλήθειαν ὀριγνώμενον. Οὕτω πάλιν ἐξαπατηθεὶς ὁ Εὐνόμιος, δημοσιεύει τὴν βλασφημίαν. Οἱ δὲ παραυτίκα τῶν ὁμοπίστων παρειληφότες πολλοὺς, εἰς τὸ στρατόπεδον ἔδραμον, καὶ τὸν Εὐδόξιον ἐδίδαξαν τὴν τολμηθεῖσαν ἀσέβειαν. Ὁ δὲ Εὐδόξιος ἤλγησε μὲν μαθὼν τὸν Εὐνόμιον παραβεβηκέναι τὰς συγκειμένας συνθήκας· τοῖς δὲ κατηγό-

---

Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg031.local001/.
