# Haereticarum fabularum compendium 83.420

Theodoretus, Haereticarum fabularum compendium, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/haereticarum-fabularum-compendium/83.420

ροις ὑπισχνεῖτο μὲν φροντίσειν, ἠμέλει δὲ παντελῶς ἀσχολίας σκηπτόμενος. Οἱ δὲ Εὐνομίου κατήγοροι τὸν Εὐδοξίου κατειληφότες σκοπὸν, τῷ βασιλεῖ τὰς Εὐνομίου βλασφημίας ἐμήνυσαν. Ὁ δὲ βασιλεὺς, τὸ μὲν πρῶτον ἐκέλευσε τῷ Εὐδοξίῳ τὸν Εὐνόμιον ἀγαγεῖν, καὶ τὴν γεγενημένην βασανίσαι κατηγορίαν. Ἐπειδὴ δὲ ἀναβαλλόμενον ἔγνω (συνεχῶς γὰρ προσῄεσαν οἱ κατήγοροι), ἀμφοτέρους ἠπείλησε πέμψειν εἰς ἢν Ἀέτιος διῆγεν ἐσχατιάν. Δείσας τοίνυν ὁ Εὐδόξιος, ἤγαγε τὸν Εὐνόμιον· καὶ πρῶτον μὲν αὐτὸν ἀνέμνησε τῶν ὑπ' αὐτοῦ γεγενημένων ὑποθηκῶν, ἔπειτα δὲ προφανῶς ἐλεγχθέντα καθεῖλε, καίτοι τὴν αὐτὴν καὶ αὐτὸς περικείμενος νόσον· τὰς γὰρ βασιλικὰς ἔδεισεν ἀπειλάς. Ὁ δέ γε Εὐνόμιος, εὐθὺς προστάτην αἱρέσεως ἑαυτὸν ἀνηγόρευσε, καὶ ταῦτα ἐσχατιάν τινα τῆς Παμφυλίας ἠναγκασμένος οἰκεῖν. Ἐντεῦθεν ἡ τῶν Εὐνομιανῶν ἐφάνη συμμορία. Οὗτος τὴν θεολογίαν τεχνολογίαν ἀπέφηνε, καὶ προφανῶς τὰς κατὰ τοῦ Μονογενοῦς καὶ τοῦ παναγίου Πνεύματος ἠρεύξατο βλασφημίας. Καὶ τὸν μὲν Υἱὸν πρῶτον κτίσμα τοῦ Πατρὸς καὶ ἐξαίρετον ἔφησεν εἶναι· τὸ δὲ πανάγιον Πνεῦμα πρὸ τῶν ἄλλων παρὰ τοῦ Υἱοῦ δημιουργηθῆναι ποιημάτων. Αὐτὸς καὶ τοῦ ἁγίου βαπτίσματος ἀνέτρεψε τὸν ἀνέκαθεν παρὰ τοῦ Κυρίου καὶ ἀποστόλων παραδοθέντα θεσμὸν, καὶ ἄντικρυς ἀντενομοθέτησε, μὴ χρῆναι λέγων τρὶς καταδύειν τὸν βαπτιζόμενον, μηδὲ ποιεῖσθαι τὴν τῆς Τριάδος ἐπίκλησιν· ἀλλ' ἅπαξ βαπτίζειν εἰς τὸν θάνατον τοῦ Χριστοῦ. Καὶ βαπτίζοντες δὲ μέχρι τῶν στέρνων τῷ ὕδατι δεύουσι, τοῖς δὲ ἄλλοις μορίοις τοῦ σώματος ὡς ἐναγέσι προσφέρειν τὸ ὕδωρ ἀπαγορεύουσιν. Οὗ δὴ χάριν, ἡνίκα μὲν εἰς πύελον ἐβάπτιζον, ἔξω τὸν ἄνδρα ταύτης στήσαντες, τὴν τούτου κεφαλὴν μέχρι τοῦ στήθους ἅπαξ εἰς τὸ ὕδωρ κατῆγον. Ἐπειδὴ δέ τινα συνέβη τραυματίαν γενέσθαι τῆς κεφαλῆς τῇ πυέλῳ προσαῤῥαχθείσης, ἕτερον εἶδος βαπτίσματος ἐπενόησαν. Ἐπὶ βάθρου γάρ τινος πρηνῆ τὸν ἄνθρωπον διατείνοντες, ἔξω δὲ τούτου τὴν κεφαλὴν αἰωροῦντες, καταχέουσι τὸ ὕδωρ, οὐδενὸς ἄλλου μορίου προσψαῦον. Τινὲς δὲ ἐξ αὐτῶν καὶ ἕτερον τρόπον ἐξεῦρον βαπτίσματος. Ταινίαν γὰρ μακροτάτην κατασκευάσαντες, καὶ ταύτην καθιερώσαντες, ἑλίττουσι ταύτῃ τὸν ἄνθρωπον μέχρι τῶν ὀνύχων, ἀπὸ τοῦ στήθους ἀρξάμενοι, εἶθ' οὕτως προσφέρουσι τοῦ ὕδατος τὴν κατάχυσιν. Ταῦτα δὲ μεμηνύκασιν οἱ τὴν ἐκείνων πεφευγότες ἀσέβειαν, καὶ τοῖς τοῦ Σωτῆρος καὶ Θεοῦ ἡμῶν συναφθέντες προβάτοις. Καὶ ἄλλο δέ τι

---

Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg031.local001/.
