# Haereticarum fabularum compendium 83.432

Theodoretus, Haereticarum fabularum compendium, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/haereticarum-fabularum-compendium/83.432

Πνεύματος ἐπιφοιτήσεως τὴν αἴσθησιν δέχεσθαι. Πρόχειροι δέ εἰσιν εἰς ἄρνησιν, κἂν βιασθῶσιν, ἀναθεματίζουσιν εὐπετῶς τοὺς τούτων τι λέγοντας. Αὐτίκα τοίνυν ἐπὶ τοῦ πανευφήμου Φλαβιανοῦ, τοῦ τῆς Ἀντιοχέων ἐπισκόπου, κρινόμενοι, συκοφαντίας ἐκάλουν τὰς γεγενημένας κατηγορίας. Ἀλλ' ὁ πάνσοφος ἐκεῖνος ἀνὴρ τὴν λανθάνουσαν ἐφώρασεν αἵρεσιν. Ἀγανακτεῖν γὰρ κατὰ τῶν κατηγόρων δόξας, καὶ χαλεπαίνειν ὡς ψευδεῖς λόγους συντεθεικότων, παρ' αὐτὸν καθίσαι προσέταξε τὸν Ἀδέλφιον· αὐτὸς γὰρ ἡγεῖτο τῶν ἐγκαλουμένων τὴν αἵρεσιν, ἀνὴρ πρεσβύτης καὶ τυμβογέρων, καὶ παρ' αὐτὰς λοιπὸν ὢν τοῦ θανάτου τὰς πύλας. Πρὸς τοῦτον ὁ τρισμακάριος ἔφη Φλαβιανὸς, ἀγνοεῖν τοὺς κατηγόρους, ἅτε δὴ παχυτέρους, τὴν πνευματικὴν πολιτείαν. Ἡμεῖς δὲ, φησὶν, οἱ γεγηρακότες τῷ χρόνῳ τὴν γνῶσιν ταύτην εἰσεδεξάμεθα. Ἀλλ' εἰπέ μοι, ἔφη, φιλαλήθως, τίνα ἐστὶ τὰ λεγόμενα. Οὕτω καταθελχθεὶς ὁ πρεσβύτης, καὶ κοινωνὸν τῶν δογμάτων εὑρηκέναι νομίσας, τῇ ὁμολογίᾳ τὴν κατηγορίαν ἐκράτυνε. Ταῦτα τοίνυν μεμαθηκὼς ὁ θεῖος ἀνὴρ, τῶν τῆς ἑῴας αὐτοὺς ὁρίων ἐξήλασε. Καὶ ἄλλα δὲ πολλὰ φρενίτιδος ἔργα τολμῶσι. Καὶ γὰρ ἐξαπίνης πηδῶσι, καὶ δαίμονας ὑπερπεπηδηκέναι νεανιεύονται· καὶ τοῖς δακτύλοις τὸ τῆς τοξείας ἐπιτελοῦσι σχῆμα, τοὺς δαίμονας τοξεύειν ἰσχυριζόμενοι. Καὶ ἕτερα ἄττα δρῶσι παραπλησίως παραπληξίας μεστὰ, διὸ δὴ καὶ τῶν Ἐνθουσιαστῶν ἐσχήκασιν ὄνομα Ταύτης ἡγήσατο τῆς αἱρέσεως Σάββας, καὶ Ἀδέλφιος, καὶ Δαώδης, καὶ Συμεώνης, καὶ Ἑρμᾶς, καὶ ἄλλοι τινές. Ἔγραψε δὲ κατὰ τούτων ἐπιστολὰς, φωράσας τὴν αἵρεσιν, ὁ πανεύφημος Λητόϊος, ὁ τῆς Μελιτινῆς ἐπίσκοπος. Ὁ δὲ πάντων ἄριστος Ἀμφιλόχιος, ὁ τοῦ Ἰκονίου τὴν Ἐκκλησίαν ἰθύνας, ἀκριβέστερον τὴν αἵρεσιν ἐστηλίτευσε, τοῖς ὑπ' ἐκείνου πραχθεῖσιν ὑπομνήμασιν ἐντεθεικὼς αὐτῶν τὰς φωνὰς, ἐναργῶς δηλούσας τοῦ δόγματος τὴν διαφοράν. ΙΒʹ. —Περὶ Νεστορίου. Ἐπειδὴ δὲ τοῦ κόσμου κατὰ μικρὸν ὑποῤῥέοντος, καὶ πρὸς τὴν τοῦδε τοῦ παντὸς ἐπειγομένου λύσιν, πᾶς τις ἑαυτὸν ἀξιόχρεων εἶναι τῆς εὐσεβείας διδάσκαλον ᾤετο, διὰ τὸν ἐξ ἀμαθίας τῦφον οὐδενὸς μανθάνειν ἀνεχομένου, οὐκέτι λοιπὸν ὁ ἀνθρωποκτόνος δαίμων, ὁ τοῦ ψεύδους πατὴρ, ὁ τῶν ζιζανίων σπορεὺς, τοῖς ἔξωθεν καὶ φανερῶς πολεμίοις κατὰ

---

Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg031.local001/.
