# Haereticarum fabularum compendium 83.433

Theodoretus, Haereticarum fabularum compendium, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/haereticarum-fabularum-compendium/83.433

τῆς Ἐκκλησίας ὡπλίζετο· ἀλλ' εὑρὼν ὄργανον πᾶσαν, ὡς εἰπεῖν, ἀθρόως αὐτοῦ τὴν τέχνην ὑποδεχόμενον, ἐν τῷ τῆς ὀρθοδοξίας προσχήματι, τὴν ἄρνησιν τῆς θεότητος ὁμοῦ καὶ φιλανθρωπίας τοῦ Μονογενοῦς παρεισάγει, τὸ ἁπλοῦν καὶ ἀτεχνολόγητον τῆς πίστεως ἡμῶν Ἑλληνικοῖς συνταράττων σοφίσμασι. Νεστόριον που πάντως ἀκούετε· καὶ γὰρ ἐπίσημος ὁ ἀνήρ. Οὗτος ἐκ τῆς Γερμανικέων πολίχνης ὁρμώμενος, οὐκ οἶδα ποταποῖς τὸ ἐξ ἀρχῆς ἐντεθραμμένος ἐπιτηδεύμασιν, ἄλλην ἐξ ἄλλης ἀμείβων χώραν, καθάπερ Αἰγυπτιακή τις μάστιξ, τῇ μεγάλῃ τῶν Ἀντιοχέων ἐνέσκηψε πόλει. Ἐν ταύτῃ λόγων ἐλευθερίων μετρίως μετεσχηκὼς, φωνήν τε ὅτι καλλίστην καὶ μεγίστην ἀσκήσας, τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ προϊὼν εἰσεφθάρη, καὶ τῷ καταλόγῳ τῶν πρεσβυτέρων ἐναρίθμιος γεγονὼς, τόν τε τοῦ Θεοῦ λαὸν διδάσκειν πεπιστευμένος, ἔδειξεν εὐθὺς ἐν προοιμίοις, οἷος παρὰ πάντα τὸν βίον γενήσεται. Οὐ γὰρ τὸν εὐγενῆ καὶ γόνιμον, καὶ γεωργῆσαι ψυχὰς ἀνθρώπων δυνάμενον, ἐζήλωσε χαρακτῆρα τῶν λόγων· ἀλλὰ πρὸς τὸ δημοτερπὲς ἀποκλίνας, καὶ τῶν εἰς ἀέρα λυομένων κρότων θηρευτὴς, εἰ καί τις ἄλλος, γενόμενος, τὸ συρφετῶδες καὶ ἀστάθμητον πλῆθος πρὸς τὸν οἰκεῖον ἐξεκαλέσατο πόθον, φαιὸν περιβεβλημένος ἱμάτιον, ἐστυγνακὼς βαδίζων, τοὺς ἀγοραίους ἐκκλίνων θορύβους, ὠχρότητι σώματος δοκεῖν ἐγκρατὴς εἶναι θηρώμενος, οἴκοι τὰ πολλὰ βιβλίοις προσανέχων, καὶ καθ' ἡσυχίαν ἑαυτῷ συγγινόμενος. Τοιούτοις σχήμασί τε καὶ πλάσμασι τοὺς πολλοὺς δελεάζων, μέχρι πόῤῥω προῆλθε τῆς ἡλικίας, τὸ δοκεῖν Χριστιανὸς εἶναι πρὸ τοῦ εἶναι διώκων, καὶ τῆς τοῦ Χριστοῦ δόξης τὴν ἑαυτοῦ προτιμῶν. «Ἐπεὶ δὲ, κατὰ τὸ εἰρημένον τῷ Δεσπότῃ, «Οὐδὲν κρυπτὸν ὃ οὐ γνωσθήσεται, οὐδὲ ἀπόκρυφον ὃ οὐ μὴ εἰς φανερὸν ἔλθῃ,» καὶ «Τὰ καλὰ ἔργα πρόδηλά ἐστι, καὶ τὰ ἄλλως ἔχοντα κρυβῆναι οὐ δύναται,» κατὰ τὴν ἀνιχνίαστον τῶν τοῦ Θεοῦ κριμάτων ἄβυσσον, καὶ Νεστόριος ψήφῳ τῶν περὶ τὰ βασίλεια καὶ τοὺς θρόνους, καὶ αὐτοῦ τοῦ τηνικαῦτα τῆς οἰκουμένης τὰ σκῆπτρα διέποντος, τῆς κατὰ Κωνσταντινούπολιν τῶν ὀρθοδόξων καθολικῆς Ἐκκλησίας τὴν προεδρίαν πιστεύεται, οὐδὲν δὲ ἧττον καὶ τῆς οἰκουμένης ἁπάσης. Ἐνταῦθά μοι λοιπὸν καὶ τὰ δράματα, ὧν μικροῦ πλήρης πᾶσα γῆ τε καὶ θάλαττα. Ὡς γὰρ τὸν μέγιστον ἐκεῖνον κατέλαβε θρόνον, καθάπερ τινὰ τυραννίδα τῆς ἀρχιερωσύνης τὴν προστασίαν ἁρπάσας, οὐκέτι κατέχειν ἐν ἑαυτῷ τὴν ὠδῖνα τῆς ἀσεβείας οἷός τε ἦν· ἀλλ' ἀπὸ τῆς ἐξουσίας προσλαβὼν ἀμαθῆ παῤῥησίαν, εἰς μέσον ἄγει, καὶ προτίθησιν ἅπασιν, ἣν πάλαι κατὰ τοῦ Μονογενοῦς συνέλαβε βλασφημίαν. Καὶ πόλεμον ἄντικρυς κατὰ τῶν ἀποστολικῶν αἱρεῖται δογμάτων, καὶ τῶν ἁγίων Πατέρων, ἀφ' οὗ κατηγγέλθη

---

Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg031.local001/.
