# Haereticarum fabularum compendium 83.441

Theodoretus, Haereticarum fabularum compendium, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/haereticarum-fabularum-compendium/83.441

δὲ ὅμως αὐτὴν καὶ θειοτέραν παρεξεταζόμενον ἀποφαίνει τὸ ψεῦδος. Ἐπειδὴ τοίνυν τὸ τοῦ ψεύδους ἐπεδείξαμεν αἶσχος, καὶ τοὺς αἱρετικοὺς ἐγυμνώσαμεν μύθους, καὶ δῆλον αὐτῶν γεγένηται καὶ τὸ δυσσεβὲς, καὶ τὸ ἀτερπὲς καὶ ἀπίθανον, φέρε τούτοις τὴν εὐαγγελικὴν παραθέντες διδασκαλίαν, δείξωμεν φωτὸς καὶ ζόφου διαφορὰν, καὶ ὑγείας ἄκρας καὶ νόσου χαλεπωτάτης. Ἀλλὰ γὰρ οὐκ ἔστιν εὑρεῖν εἰκόνα τῇ προκειμένῃ παρεξετάσει συμβαίνουσαν. Καὶ γὰρ καὶ τὸ σκότος, εἰ καὶ τοῦ φωτὸς ἀπολείπεται, ἀλλ' οὖν χρείαν τοῖς ἀνθρώποις ἀναγκαίαν προσφέρει· τοῖς γὰρ μεθ' ἡμέραν πονοῦσιν τὴν ἀνάπαυλαν ἡ νὺξ πραγματεύεται. Καὶ ἡ νόσος δὲ πολλοῖς γέγονεν ὀνησιφόρος· τὸν γὰρ Σωτῆρα διὰ ταύτης καὶ Δημιουργὸν ἐπιγνόντες, καὶ τῶν ἀνιαρῶν ἐπηγγείλαντα τὴν ἀπαλλαγὴν, καὶ τυχόντες ὧν ᾔτησαν, ἐφρόντισαν ἀρετῆς. Ἐκ δὲ τῶν παμπονήρων μύθων ἐκείνων, καὶ τῶν ἀῤῥήτων βλασφημιῶν, πᾶσα λώβη φαίνεται τοῖς πειθομένοις. Οὐκ οὖν ἔστιν εὑρεῖν ἐναντίαν εἰκόνα τῇ τῶν ἐναντίων τούτων δογμάτων διαφορᾷ· μᾶλλον δὲ, μίαν εὗρον λίαν ἐναργεστάτην. Ὅσον γὰρ Θεοῦ καὶ διαβόλου τὸ μέσον, τοσαύτη τῆς τοῦ Θεοῦ καὶ διαβόλου διδασκαλίας διαφορά. Καὶ τοῦτο δείξει σαφέστερον τοῖς μύθοις ἐκείνοις παρατιθέμενον τῶν θείων λογίων τὸ κάλλος, τὰς τοῦ νοεροῦ φωτὸς ἐκπέμπον μαρμαρυγάς. Χρὴ δὲ καὶ πρὸ τῶν ἄλλων ἁπάντων εἰπεῖν, τίνα περὶ τῆς τῶν ὅλων ἀρχῆς ἐδιδάχθημεν. Αʹ. —Περὶ ἀρχῆς καὶ Πατρός. Μίαν εἶναι τῶν ὅλων ἀρχὴν καὶ ἡ Παλαιὰ καὶ ἡ Καινὴ διδάσκει Γραφὴ, τὸν Θεὸν τῶν ὅλων, καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἀγέννητον, ἀνώλεθρον, αἰώνιον, ἄπειρον, ἀπερίγραφον, ἀπεριόριστον, ἀσύνθετον, ἀσώματον, ἀόρατον, ἁπλοῦν, ἀγαθὸν, δίκαιον, φῶς νοερὸν, δύναμιν οὐδενὶ μέτρῳ γνωριζομένην, μόνῳ δὲ τῷ θείῳ βουλήματι μετρουμένην. Ὅσα γὰρ βούλεται, δύναται· καὶ τοῦτο ἡμᾶς ὁ Προφήτης σαφῶς ἐδίδαξε· «Πάντα γὰρ, φησὶν, ὅσα ἠθέλησεν ὁ Κύριος ἐποίησεν.» Τῶν εἰρημένων δὲ διδάσκαλος ἡ θεία Γραφή. Ἀκούομεν γὰρ τοῦ Θεοῦ λέγοντος ἐν τῇ τῆς νομοθεσίας ἀρχῇ· «Ἐγὼ Κύριος ὁ Θεός σου, ὁ ἐξαγαγών σε ἐκ γῆς Αἰγύπτου· οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ.» Καὶ πάλιν· «Ἄκουε, Ἰσραὴλ, Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστι.» Συνῳδὰ δὲ τούτοις καὶ διὰ Ἡσαΐου τοῦ προφήτου διδάσκει· «Ἐγὼ γὰρ, φησὶ, Θεὸς πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ οὐκ ἔστι Θεός.» —»Ἔμπροσθέν μου οὐκ ἔστιν ἄλλος Θεὸς, καὶ μετ' ἐμὲ οὐκ ἔσται, καὶ πλὴν ἐμοῦ οὐκ ἔστι.» Καὶ πάλιν· «Ἐγὼ Θεὸς, καὶ μετ' ἐμὲ οὐκ ἔσται.» Καὶ πάλιν· «Ἐγώ εἰμι Θεὸς, καὶ οὐκ ἔστιν ἕτερος πλὴν ἐμοῦ· δίκαιος σωτὴρ οὐκ ἔστι πάρεξ ἐμοῦ.» Σαφῶς δὲ διὰ τούτων τοὺς Βαλεντίνου, καὶ Μάρκου, καὶ Βασιλίδου, καὶ Μαρκίωνος διελέγχει λήρους. Οὔτε

---

Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg031.local001/.
