Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium 83.444
Not analysed yet
γὰρ πρὸ αὐτοῦ, οὔτε μετ' αὐτὸν, ἕτερον εἶναι λέγει Θεὸν, ἀλλὰ τὸν αὐτὸν εἶναι καὶ πρῶτον καὶ ἔσχατον. Συμφωνεῖ δὲ τούτοις τῶν ἱερῶν Εὐαγγελίων ἡ θεία διδασκαλία. Ὁ γὰρ Σωτὴρ καὶ Κύριος ἡμῶν πᾶσαν τὴν ὑπὲρ ἡμῶν δικαιοσύνην πληρῶν (αὐτὸς γὰρ ἔφη πρὸς τὸν Ἰωάννην· «Ἄφες ἄρτι· οὕτω γὰρ δεῖ πληρωθῆναι πᾶσαν δικαιοσύνην»), κατεδέξατο, ἅτε δὴ ἄνθρωπος ὢν, καὶ τὴν χρείαν τῆς προσευχῆς, καὶ τὸν Πατέρα διδάξαι τοὺς ἀποστόλους ἀπήγγειλεν· ἐν σχήματι δὲ προσευχῆς τὴν τῆς θεολογίας διδασκαλίαν τοῖς μαθηταῖς προσενήνοχεν. «Αὕτη γάρ ἐστι, φησὶν, ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεόν.» Καὶ πάλιν· «Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ τῶν σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις.» Καὶ ὁ θεῖος δὲ Ἀπόστολος οὕτω λέγει· «Τῷ δὲ βασιλεῖ τῶν αἰώνων ἀφθάρτῳ, μόνῳ Θεῷ, τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.» Καὶ πάλιν· «Εἷς Θεὸς, εἷς μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς.» Καὶ αὖθις· «Εἷς Θεὸς Πατὴρ, ἐξ οὗ τὰ πάντα.» Καὶ ἑτέρας δὲ παμπόλλας χρήσεις ἔστιν εὑρεῖν τῆς Παλαιᾶς καὶ τῆς Καινῆς, δεικνύσας τὴν συμφωνίαν, καὶ τὸν ἕνα κηρυττούσας Θεόν. Καὶ ἀόρατον δὲ εἶναι αὐτὸν, καὶ ἡ Παλαιὰ διδάσκει, καὶ ἡ Καινή. Ἐν μὲν γὰρ τῇ Παλαιᾷ πρὸς τὸν Μωϋσέα φησίν· «Οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου, καὶ ζήσεται·» ἐν δὲ τοῖς ἱεροῖς Εὐαγγελίοις ὁ Κύριος ἔφη· «Οὐχ ὅτι τὸν Πατέρα τις ἑώρακεν, εἰ μὴ ὁ ὢν ἐκ τοῦ Θεοῦ, οὗτος ἑώρακε τὸν Πατέρα.» Τοῦτό τοι καὶ ὁ θεσπέσιος εὐαγγελιστὴς βοᾷ· «Θεὸν οὐδεὶς ἑώρακε πώποτε.» Δείκνυσι δὲ καὶ πόθεν μεμάθηκεν· ἐπάγει γάρ· «Ὁ μονογενὴς Υἱὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο.» Βοᾷ δὲ καὶ ὁ Ἀπόστολος· «Ἀφθάρτῳ, μόνῳ σοφῷ Θεῷ δόξα καὶ τιμὴ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.» Καὶ πάλιν· «Ὃν εἶδεν οὐδεὶς ἀνθρώπων, οὔτε ἰδεῖν δυνήσεται.» Καὶ τὸ ἄπειρον δὲ αὐτοῦ καὶ ἀπερίγραφον πάλιν καὶ ἐκ τῆς Παλαιᾶς καὶ ἐκ τῆς Καινῆς ἐδιδάχθημεν. Καὶ ἐν μὲν τῇ Παλαιᾷ φησιν ὁ Θεός· «Μὴ οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει Κύριος.» Καὶ πάλιν· «Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει Κύριος, ἢ τίς τόπος τῆς καταπαύσεώς μού ἐστιν;» Ὁ δὲ θειότατος Δαβὶδ βοᾷ, ὅτι «Ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς.» Καὶ χεῖρα μὲν κέκληκε, τῆς οἰκονομικῆς δυνάμεως τὴν ἐνέργειαν· ἔδειξε δὲ οὐκ αὐτὸν ἐν τοῖς πᾶσι περιγεγραμμένον, ἀλλὰ πάντα τῆς αὐτοῦ προμηθείας ἐξηρτημένα. Ἐν ἄλλῃ δὲ ὑμνῳδίᾳ πρὸς αὐτόν φησι· «Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου;