# Haereticarum fabularum compendium 83.445

Theodoretus, Haereticarum fabularum compendium, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/haereticarum-fabularum-compendium/83.445

καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ· καὶ ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει· ἐὰν ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ' ὄρθρον, καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης· καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με, καὶ καθέξει με ἡ δεξιά σου.» Ταῦτα δὲ τὸ ἀπερίγραφον αὐτοῦ καὶ τῆς οὐσίας καὶ τῆς δυνάμεως δείκνυσι. Καὶ ὁ προφήτης δὲ Ἡσαΐας βοᾷ· «Ὁ κατέχων τὸν γῦρον τῆς γῆς, καὶ τοὺς ἐνοικοῦντας ἐν αὐτῇ ὡσεὶ ἀκρίδας.» Καὶ πάλιν, τὴν τῶν εἰδώλων διελέγχων ἀσθένειαν, ταύτην ἡμῖν περὶ τοῦ Θεοῦ τῶν ὅλων τὴν διδασκαλίαν προσήνεγκε· «Τίς γὰρ, φησὶν, ἐμέτρησε τῇ χειρὶ αὑτοῦ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν σπιθαμῇ; Τίς ἔστησε τὰ ὄρη σταθμῷ, καὶ τὰς νάπας ζυγῷ; Τίς ἔγνω νοῦν Κυρίου, καὶ τίς σύμβουλος αὐτοῦ ἐγένετο, ὃς συμβιβάσει αὐτόν; ἢ τίς ἔδειξεν αὐτῷ κρίσιν, ἢ ὁδὸν συνέσεως τίς ἔδειξεν αὐτῷ;» Εἶτα ὡς ἐνῆν ἀνθρωπίνῃ διανοίᾳ καὶ γλώττῃ πηλίνῃ, τὸ ἄπειρον δείκνυσι τῆς δυνάμεως. «Εἰ πάντα γὰρ, φησὶ, τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδου, καὶ ὡς ῥοπὴ ζυγοῦ, καὶ ὡς σίελος ἐνομίσθησαν καὶ λογισθήσονται, τίνι ὁμοιώσετε Κύριον, ἢ τίνι ὁμοιώματι ὁμοιώσετε αὐτόν;» Εἰ δὲ οὐρανὸς καὶ ἡ γῆ καὶ τῶν ὑδάτων ἡ φύσις πάσης φύσεως κτιστῆς περιεκτικὰ, τούτων δὲ πάντων μέτρον τῆς θείας χειρὸς τὸ μέτρον, σκοπησάτωσαν οἱ τὸν Θεὸν τῇ γλώττῃ μετρεῖν ἐπιχειροῦντες τῆς φύσεως ἐκείνης τὸ ἄπειρον· χεῖρα νοοῦντες, οὐ τὸ τοῦ σώματος μόριον, ἀλλὰ τὴν πάντα τεκτηναμένην καὶ κυβερνῶσαν ἐνέργειαν. Ταῦτα μὲν οὖν περὶ τοῦ Θεοῦ τῶν ὅλων ἡ Παλαιὰ διδάσκει Γραφή· εὕροι δ' ἄν τις ἕτερα παραπλήσια τῶν εἰρημένων, τὸ ἀπερίγραφον καὶ τῆς οὐσίας, καὶ τῆς σοφίας, καὶ τῆς δυνάμεως τῆς θείας διδάσκοντα. Ἐν δὲ τοῖς ἱεροῖς Εὐαγγελίοις τὰ παραπλήσια φρονεῖν ὁ Κύριος τὴν Σαμαρεῖτιν ἐδίδαξεν. Ἐκείνης γὰρ τοπαζούσης τόπῳ περιγεγράφθαι τὸ Θεῖον, καὶ τούτου χάριν εἰρηκυίας· «Οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν, ὑμεῖς δὲ λέγετε ὅτι ἐν Ἱεροσολύμοις δεῖ προσκυνεῖν,» ὁ Κύριος αὐτὴν τὰς ἐναντίας ἐξεπαίδευσε δόξας, καὶ ἐδίδαξε τὸ τῆς θείας φύσεως ἀπερίγραφον· ἔφη γὰρ πρὸς αὐτήν· «Ἀμὴν λέγω σοι, γύναι, ὅτι ἔρχεται ὥρα, καὶ νῦν ἔστιν, ὅτε οὔτε ἐν Ἱεροσολύμοις, οὔτε ἐν τῷ τόπῳ τούτῳ προσκυνήσουσι τῷ Πατρί.» Οὕτω τε διδάξας, οὐ τόποις τισὶ τὴν θείαν περιγεγραμμένην λατρείαν, ἐπήγαγε· «Πνεῦμα ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.» Κατὰ ταὐτὸ δὲ καὶ τὸ ἀσώματον τῆς

---

Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg031.local001/.
