# Haereticarum fabularum compendium 83.448

Theodoretus, Haereticarum fabularum compendium, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/haereticarum-fabularum-compendium/83.448

θείας φύσεως, καὶ ἀπεριόριστον ἔδειξεν. Ὅτι δὲ καὶ αἰώνιος ὁ τῶν ὅλων Θεὸς, ὁ μακάριος διδάσκει Δαβὶδ, νῦν μὲν λέγων· «Ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος σὺ εἶ·» νῦν δέ· «Εἰσακούσεται ὁ Θεὸς, καὶ ταπεινώσει αὐτοὺς ὁ ὑπάρχων πρὸ τῶν αἰώνων.» Διδάσκει δὲ καὶ ὁ προφήτης Ἡσαΐας βοῶν· «Ὁ Θεὸς αἰώνιος, ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς· οὐ πεινάσει, οὐδὲ κοπιάσει, οὐδὲ ἔστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ.» Ὁ δὲ θεῖος Ἀπόστολος καὶ ποιητὴν αὐτὸν τῶν αἰώνων ἐπίσταται. Ὁ δὲ Κύριος οὐ μόνον τὴν θείαν φύσιν πρὸ τῆς κτίσεως εἶναί φησιν, ἀλλὰ καὶ τὴν βασιλείαν τοῖς ἁγίοις εὐτρεπίσθαι πρὸ καταβολῆς κόσμου. Ταῦτα καὶ παρὰ τῆς Παλαιᾶς, καὶ παρὰ τῆς Καινῆς Γραφῆς περὶ τῆς τῶν ὅλων ἀρχῆς ἐδιδάχθημεν· οὐ κατὰ τοὺς Βαλεντίνου καὶ Βασιλίδου μύθους, ἀῤῥένων καὶ θηλειῶν Αἰώνων συζυγίας καὶ μίξεις, καὶ προβολὰς, οὐδὲ κατὰ τὰς Κέρδωνος, καὶ Μαρκίωνος, καὶ τοῦ Μάνεντος διαφόρους καὶ ἐναντίας ἀρχὰς, ἀλλὰ μίαν ἀρχὴν, τὴν αὐτὴν καὶ ἀγαθὴν καὶ δικαίαν, ὡς ὕστερον ἐπιδείξομεν. Βʹ. —Περὶ τοῦ Υἱοῦ. Ὥσπερ δὲ εἰς ἕνα Θεὸν πιστεύειν μεμαθήκαμεν, οὕτω δὴ καὶ εἰς ἕνα Υἱὸν πρὸ τῶν αἰώνων γεγεννημένον. Καὶ οὔτε κατὰ τοὺς Βαλεντίνου μύθους ἄλλον εἶναί φαμεν τὸν Μονογενῆ, καὶ ἄλλον τὸν Λόγον, καὶ ἕτερον τὸν Χριστὸν, καὶ αὖ πάλιν Ἰησοῦν· οὔτε κατὰ τὴν Ἀρείου καὶ Εὐνομίου βλασφημίαν κτίσμα τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ὀνομάζομεν. Μονογενῆ γὰρ εἶναί φησιν ἡ θεία Γραφή· εἰ δὲ κτιστός ἐστιν, οὐ μονογενής· ἀδελφὴν γὰρ ἔχει τὴν κτίσιν, καὶ ἅπαντα τὰ τῆς κτίσεως μόρια. Εἰ δὲ μονογενής ἐστι, ὥσπερ οὖν ἐστιν, οὐδεμίαν ἄρα ἔχει πρὸς τὰ κτιστὰ κοινωνίαν. Ὅτι δὲ μονογενής ἐστιν, αὐτὸς ὁ Μονογενὴς ἐδίδαξεν, εἰπών· «Οὕτως ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὑτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον.» Καὶ μετ' ὀλίγα· «Ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται· ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται, ὅτι οὐ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ.» Ὁ δὲ Εὐαγγελιστὴς οὕτως ἔφη· «Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν· καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, ὡς Μονογενοῦς παρὰ Πατρός· πλήρης χάριτος καὶ ἀληθείας.» Οὐδὲ γὰρ τῆς σαρκὸς ἡ φύσις ἐσμίκρυνε τῆς θεότητος τὴν ἀξίαν· ἀλλὰ καὶ σάρκα περικείμενος ἐδείκνυ τὴν πατρῴαν εὐγένειαν. Καὶ πάλιν· «Ὁ μονογενὴς Υἱὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο.» Καὶ ὁ Βαπτιστὴς δὲ βοᾷ· «Ὁ πιστεύων εἰς τὸν Υἱὸν, ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ, οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ' ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ' αὐτόν.» Καὶ πάντες δὲ οἱ ἀπόστολοι Υἱὸν αὐτὸν καὶ γνήσιον καὶ ἀληθινὸν ὀνομάζουσι τοῦ Θεοῦ. Καὶ αὐτὸς δὲ ὁ Πατὴρ δὶς οὐρανόθεν φθεγξάμενος, τὸ γνήσιον ἔδειξε τῆς γεννήσεως· ἔφη γάρ· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα.» Καὶ τί λέγω τὸν Βαπτιστὴν,

---

Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg031.local001/.
