Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium 83.449
Not analysed yet
καὶ τὸν εὐαγγελιστὴν, καὶ τοὺς ἄλλους ἀποστόλους, καὶ τὸν τῶν ὅλων Θεόν; Οὐδὲ γὰρ ὁ διάβολος, ὁ τοῦ ψεύδους πατὴρ, ἄλλως αὐτὸν ὀνομάσαι τετόλμηκεν· ἀλλὰ πρὸ μὲν τῶν ἀγώνων ἐνδοιάζων ἔλεγεν· «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ·» μετὰ δὲ τὴν νίκην, μαθὼν ὅστις ἦν, ἀναμφιβόλως βοᾷ· «Τί ἡμῖν καὶ σοὶ, Υἱὲ τοῦ Θεοῦ; Ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς.» Ἐν δὲ Φιλίπποις, καὶ Ὕψιστον αὐτὸν καὶ Θεὸν προσηγόρευσεν. «Οὗτοι γὰρ, ἔφη, οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσὶν, οἵτινες καταγγέλλουσιν ὑμῖν ὁδὸν σωτηρίας.» Δούλους δὲ τοὺς ἀποστόλους τοῦ Χριστοῦ προσηγόρευσεν, παρ' αὐτῶν τοῦτο μεμαθηκώς. Τοῦτο γὰρ τοῦ θείου Παύλου καὶ λέγοντος καὶ γράφοντος ἤκουε. «Παῦλος γὰρ, φησὶ, δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς Ἀπόστολος·» καὶ, «Παῦλος καὶ Τιμόθεος δοῦλοι Ἰησοῦ Χριστοῦ.» Εἰ δὲ αὐτὸς ὁ τοῦ ψεύδους διδάσκαλος, καὶ Υἱὸν ὀνομάζει, καὶ Ὕψιστον, καὶ Υἱὸν τοῦ Θεοῦ, ταῖς τῆς ἀληθείας παραχωρῶν ἀστραπαῖς, νικῆσαι ἄρα φιλονεικοῦσι τοῦ Πατρὸς τὴν προσφωνίαν κτίσμα τὸν Υἱὸν προσαγορεύειν τολμῶντες. Ὅτι δὲ καὶ οἱ θεῖοι ἄνδρες Ὕψιστον αὐτὸν ὀνομάζουσιν, ἔστιν ἀκοῦσαι Ζαχαρίου πρὸς τὸν υἱὸν ἑαυτοῦ λέγοντος· «Καὶ σὺ, παιδίον, προφήτης Ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου, ἑτοιμάσαι ὁδοὺς αὐτοῦ.» Προεπορεύθη δὲ ὁ μέγας Ἰωάννης, οὐ τοῦ Θεοῦ καὶ Πατρὸς, ἀλλὰ τοῦ μονογενοῦς Υἱοῦ. Καὶ τούτου μάρτυς αὐτός· ἐρωτηθεὶς γὰρ, εἰ αὐτός ἐστιν ὁ Χριστὸς, τοῦτο μὲν ἠρνήθη, ἔφη δέ· «Ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου.» Καὶ ὁ θεσπέσιος δὲ Δαβὶδ πρὸς αὐτόν φησι· «Γνώτωσαν ὅτι ὄνομά σοι Κύριος, σὺ μόνος Ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν.» Εἰ γὰρ Κύριος ὁ Υἱὸς («Εἷς γὰρ Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα,» κατὰ τὸν θεῖον Ἀπόστολον· καὶ, «Εἷς Κύριος, μία πίστις»), Ὕψιστος ἄρα ὁ Υἱὸς, ἐπειδήπερ καὶ Κύριος. Ἀλλὰ περὶ μὲν τούτων πολλοὺς πρὸς Ἄρειον καὶ Εὐνόμιον ἐν τοῖς πρὸς ἐκείνους διεξήλθομεν λόγους. Ἐπὶ τὴν προκειμένην τοίνυν μεταβῶμεν διδασκαλίαν, καὶ δείξωμεν, ὅτι τὸν αὐτὸν καὶ Κύριον, καὶ Μονογενῆ, καὶ τὸν Θεὸν εἶναι Λόγον, καὶ Σωτῆρα, καὶ Ἰησοῦν ἐδιδάχθημεν. Παραγάγωμεν δὲ Πέτρον εἰς μέσον, τὸν πρῶτον τάσδε τὰς προσηγορίας συμφώνως ὁμολογήσαντα. Τῶν γὰρ ἀποστόλων πρῶτος ἐρωτηθεὶς ὑπὸ τοῦ Σωτῆρος· «Ὑμεῖς δὲ, τίνα με λέγετε εἶναι; ἀπεκρίνατο· Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.» Ὁ δὲ θεῖος Ἰωάννης ὁ εὐαγγελιστὴς, τὸν αὐτὸν καὶ Λόγον καλεῖ προαιώνιον, καὶ μονογενῆ Υἱὸν, καὶ τῶν ἁπάντων δημιουργὸν, καὶ Χριστὸν Ἰησοῦν. «Ἐν ἀρχῇ γὰρ, φησὶν, ἦν ὁ Λόγος·» τοῦτο δὲ τοῦ ἀϊδίου δηλωτικόν· ὁ γὰρ ἐν ἀρχῇ ὢν, ἀεὶ ἦν δηλονότι. Οὐ γὰρ εἶπεν· Ἐν ἀρχῇ ἐγένετο, ἢ, Ἐν ἀρχῇ ἐκτίσθη· ἀλλ' «Ἐν ἀρχῇ ἦν.» Διδάσκει δὲ