# Haereticarum fabularum compendium 83.452

Theodoretus, Haereticarum fabularum compendium, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/haereticarum-fabularum-compendium/83.452

καὶ τί ἦν· ἐπήγαγε γάρ· «Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος.» Εἶτα τὸ προοίμιον ἀναλαμβάνει, καί φησιν· «Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν.» Καὶ τῷ μὲν κοινῷ τοῦ ὀνόματος τὸ ὁμοούσιον ἔδειξε· τῷ δὲ φάναι Θεὸν πρὸς Θεὸν, τὸ διάφορον τῶν προσώπων ἐδήλωσε. Τοῦτον καὶ Υἱὸν μονογενῆ, καὶ Ἰησοῦν Χριστὸν πολλάκις ἐκάλεσε. Καὶ ὁ πάνσοφος δὲ Παῦλος οὕτως φησίν· «Ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὑτοῦ, γενόμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.» Καὶ πάλιν· «Ὅτε δὲ εὐδόκησεν ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου, καὶ καλέσας διὰ τῆς χάριτος αὑτοῦ, ἀποκαλύψαι τὸν Υἱὸν αὑτοῦ ἐν ἐμοί.» Καὶ μυρίας δὲ τοιαύτας χρήσεις ἔστιν εὑρεῖν, δι' ὧν αὐτὸν καὶ Χριστὸν ὀνομάζουσι, καὶ ἀΐδιον Υἱὸν, καὶ τοῦ Πατρὸς συναΐδιον. Τοῦτο διδάσκων οὗτος αὐτὸς ὁ διδάσκαλος, πρῶτον μὲν αὐτὸν τῶν αἰώνων δείκνυσι ποιητήν. «Ἐπ' ἐσχάτου γὰρ, φησὶ, τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, ὃν ἔθετο κληρονόμον πάντων, δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν.» Ἐπειδὴ δὲ οἱ τὰ θεῖα θεοπρεπῶς νοεῖν οὐκ ἐθέλοντες οὐκ οἴονται δυνατὸν συναΐδιον εἶναι τοῦ Θεοῦ τὸν ἐκ τοῦ Θεοῦ· τῷ νόμῳ γὰρ τῆς τῶν ἀνθρώπων φύσεως καὶ τὴν θείαν ὑποκεῖσθαι φύσιν ἀνοήτως νομίζοντες, πρεσβύτερον ὑπειλήφασιν Υἱοῦ τὸν Πατέρα· διά τινος εἰκόνος ὁ θεῖος Ἀπόστολος ἐναργῶς ἐπιδείκνυσιν, ὅτι καὶ ἐκ τοῦ Θεοῦ καὶ σὺν Θεῷ ἐστιν ὁ μονογενὴς Υἱός. Ἀπαύγασμα γὰρ αὐτὸν προσηγόρευσε δόξης. Τὸ γὰρ ἀπαύγασμα, καὶ ἐκ τοῦ πυρὸς ἔχει τὴν ὕπαρξιν, καὶ τῷ πυρὶ συνυπάρχει· συμπέφυκε γὰρ τῷ πυρὶ τὸ ἀπαύγασμα, καὶ ἡ ἀκτὶς τῷ ἡλίῳ· ἐξ οὗ γὰρ ἥλιος, ἐξ ἐκείνου καὶ ἀκτῖνες. Ἀλλ' αἴτιος τῶν ἀκτίνων ὁ ἥλιος, καὶ τὸ πῦρ τοῦ ἀπαυγάσματος· οὐ γὰρ ἥλιος ἐξ ἀκτίνων, ἀλλ' ἀκτῖνες ἐκ τοῦ ἡλίου γεννῶνται, καὶ τὸ ἀπαύγασμα ἐκ τοῦ πυρὸς φύεται. Οὕτως ὁ μονογενὴς Υἱὸς γεγέννηται μὲν ἐκ τοῦ Πατρὸς, σύνεστι δὲ τῷ νῷ, ὡς ὁ λόγος τῷ γεγεννηκότι, καὶ τὸ ἀπαύγασμα τῷ πυρὶ, καὶ ἡ ἀκτὶς τῷ ἡλίῳ. Ἀλλὰ τούτων ἕκαστον οὐχ ὑφέστηκεν αὐτὸ καθ' ἑαυτὸ, ἀλλ' ἐν ἐκείνῳ, ἐξ οὗπερ ἔφυ, τὴν ὑπόστασιν ἔχει. Ὁ δὲ Θεὸς Λόγος, τὸ ἀπαύγασμα τῆς δόξης, οὐκ ἐνέργειά τίς ἐστιν ἀνυπόστατος τοῦ Πατρὸς, ἀλλ' ὑπόστασις ζῶσα, καὶ καθ' ἑαυτὴν ὑφεστῶσα. Οὐ γὰρ ἁπλῶς Λόγος ὠνόμασται, ἀλλὰ Θεὸς Λόγος· οὐδὲ μόνον ἀπαύγασμα δόξης, ἀλλὰ καὶ χαρακτὴρ ὑποστάσεως. Ἐπειδὴ γὰρ οὐχ οἷόν τε ἦν εἰκόνι μιᾷ σαφῶς διδάξαι τὰ θεῖα, διὰ πλειόνων εἰκόνων οὕτω πως ταῦτα μανθάνομεν. Καὶ τὸ μὲν ἀπαύγασμα τῆς δόξης διδάσκει τὸ συναΐδιον·

---

Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg031.local001/.
