Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium 83.453
Not analysed yet
ὁ δὲ χαρακτὴρ τῆς ὑποστάσεως καὶ τὸ ἀκριβὲς τῆς ὁμοιότητος δείκνυσι, καὶ τὸ τῶν ὑποστάσεων διδάσκει διάφορον· ὁ δὲ λόγος δηλοῖ τὸ ἀπαθὲς τῆς γεννήσεως. Ἵνα γὰρ μὴ Υἱὸν ἀκούοντες εἰς ἀνθρωπίνας καταπέσωμεν ὑπονοίας, καὶ νομίσωμεν παραπλησίως ἡμῖν γεννηθῆναι τὸν τῶν ὅλων δημιουργὸν, Λόγον αὐτὸν προσηγόρευσε· ταύτῃ διδάσκων, ὡς ἡ γέννησις ἐκείνη πάθους παντὸς ἐλευθέρα. Οὐδὲ γὰρ ὁ νοῦς ὁ ἡμέτερος, ὠδίνων τὸν λόγον, δεῖται τῆς τοῦ θήλεος κοινωνίας, ἢ τομὴν, ἢ ῥεῦσιν ὑπομένει τινά· ἀλλὰ τέλειος ὢν, τέλειον ἀποτελεῖ τὸν λόγον. Διὰ μὲν οὖν τούτων, καὶ τὸ τῆς γεννήσεως ἀπαθὲς, καὶ τὸ ἀΐδιον τοῦ Μονογενοῦς ἐδιδάχθημεν. Ὅτι δὲ καὶ ἰσοδύναμος τοῦ γεγεννηκότος, καὶ κατὰ πάντα ὅμοιός τε καὶ ἴσος, ἐκ τῆς τοῦ Κυρίου διδασκαλίας καταμαθεῖν εὐπετές. «Ὁ Πατήρ μου γὰρ, φησὶν, ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι.» Καί· «Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ.» Καί· «Πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστι.» Καί· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί.» Καί· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα.» Ἐν δὲ τούτοις σαφῶς τὸ ἀπαράλλακτον τῆς ὁμοιότητος ἔδειξε. Τοῦ γὰρ Φιλίππου τὸν Πατέρα δειχθῆναι παρακαλέσαντος, ὁ Κύριος ἑαυτὸν ἔδειξε, ταύτῃ διδάσκων, ὡς εἰκών ἐστι τοῦ γεννήσαντος ζῶσα, ἐναργῶς δεικνῦσα τοῦ γεγεννηκότος τοὺς χαρακτῆρας. Ἔφη γὰρ πρὸς τὸν Φίλιππον· «Τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε;» Τὸν Πατέρα, φησὶν, ἐπιθυμεῖς ἰδεῖν ὁρῶν ἐμέ; Οὐκοῦν οὐκ ἔγνως ἐμέ· εἰ γὰρ ἐγνώκεις ἐμὲ, οὐκ ἂν ἰδεῖν ἐκεῖνον ἐπεπόθησας· ἐν ἐμοὶ γὰρ ὁ Πατὴρ θεωρεῖται. Διὰ τοῦτο γὰρ ἐπήγαγεν· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα.» Ὄψιν δὲ ἐνταῦθα τῆς πίστεως τὴν θεωρίαν ἐκάλεσε. «Τοσοῦτον γὰρ, φησὶ, χρόνον μεθ' ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε;» Οὐκ εἶπεν, Οὐχ ἑώρακας, ἀλλ' «Οὐκ ἔγνωκας.» Ἑώρα γὰρ ὁ Φίλιππος τὸ ὁρώμενον, τὴν δὲ ἀόρατον οὐκ ἐθεώρει θεότητα. Διὸ δὴ καὶ ᾐτιάθη, ὡς τὸν Υἱὸν οὐκ ἐγνωκὼς ἀκριβῶς, καὶ τούτου εἵνεκα τὸν Πατέρα ποθήσας ἰδεῖν. Ἀλλὰ γὰρ εἰ πρὸς πᾶσαν αἵρεσιν ταῖς ἀποδείξεσι πάσαις χρησαίμεθα, οὐ δέκα μόνον, οὐδὲ εἴκοσι βίβλους τῆς κατηγορίας πληρώσομεν· κατὰ δὲ τούτων ἤδη δυοκαίδεκα πρώην συνεγράψαμεν λόγους, καὶ πρὸς τούτοις νῦν καὶ τῆς ἄλλης θεολογίας τε ἠθικῆς καὶ διδασκαλίας τὸν σκοπὸν ἐπεδείξαμεν. Γʹ. —Περὶ τοῦ ἁγίου Πνεύματος, καὶ τῶν θείων ὀνομάτων. Τὸ Πνεῦμα τοίνυν τὸ ἅγιον ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς ἔχειν τὴν ὕπαρξιν μεμαθήκαμεν. Ὁ δὲ τῆς ὑπάρξεως τρόπος, οὔτε τῇ κτίσει προσέοικεν· ἄκτιστον γὰρ τὸ πανάγιον Πνεῦμα· οὔτε τῷ μονογενεῖ Υἱῷ· οὐδεὶς γὰρ τῶν θεοφόρων γέννησιν προσηγόρευσε τὴν τοῦ θείου Πνεύματος ὕπαρξιν. Ἐκ μέντοι τοῦ Θεοῦ εἶναι αὐτὸ, καὶ τὸ θεῖον εἶναι, οἱ ἱεροὶ διδάσκουσι λόγοι. Ὁ μὲν γὰρ Δεσπότης Χριστὸς ταῦτα περὶ αὐτοῦ φησι· «Συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω·