# Haereticarum fabularum compendium 83.456

Theodoretus, Haereticarum fabularum compendium, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/haereticarum-fabularum-compendium/83.456

ἐὰν γὰρ ἐγὼ μὴ ἀπέλθω, ὁ Παράκλητος οὐκ ἔρχεται πρὸς ὑμᾶς.» Καὶ πάλιν· «Ὅταν δὲ ἔλθῃ ὁ Παράκλητος, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ὁδηγήσει ὑμᾶς πρὸς πᾶσαν τὴν ἀλήθειαν.» Τῷ δὲ εἰπεῖν, «Ἐκ τοῦ Πατρὸς ἐκπορεύεται,» ἔδειξε πηγὴν ὄντα τοῦ Πνεύματος τὸν Πατέρα. Καὶ οὐκ εἶπεν, Ἐκπορεύσεται, ἀλλ', Ἐκπορεύεται, δεικνὺς καὶ τῆς φύσεως τὴν ταυτότητα, καὶ τῆς οὐσίας τὸ ἄτμητον, καὶ ἀδιάφορον, καὶ τὸ ἡνωμένον τῶν ὑποστάσεων. Τὸ γὰρ ἐκπορευόμενον, ἀχώριστον ἐξ οὗ ἐκπορεύεται. Ὁ δὲ θεῖος Ἀπόστολος ταῦτα περὶ τοῦ Πνεύματος ἔφη· «Τὸ δὲ Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ. «Καὶ ὡς ἂν μή τις ἄγνοιαν ὑπολάβοι τὴν ἔρευναν, ἐπήγαγεν· «Οὐδεὶς ἀνθρώπων οἶδε τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ· οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ.» Οὕτως αὐτῷ προσμαρτυρήσας τὴν γνῶσιν, δείκνυσι καὶ πόθεν ἔχει τὴν ὕπαρξιν. «Ἡμεῖς γὰρ, ἔφη, οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ.» Ταύτῃτοι Πατρὶ καὶ Υἱῷ αὐτὸ διατελεῖ συντάττων, τῇ κτίσει δὲ οὐ συνέταξε πώποτε. Οὐ γὰρ οἶδεν αὐτὸ τῆς κτίσεως μόριον, οὐδὲ πρῶτον ποίημα ὀνομάζει, κατὰ τὴν Ἀρείου, καὶ Εὐνομίου, καὶ Μακεδονίου βλασφημίαν· ἀλλὰ τῆς θείας χάριτος τὰ δῶρα δεικνὺς οὕτως ἔφησε· «Διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσὶν, ὁ δὲ αὐτὸς Θεὸς, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν.» Εἶτα δείξας τὴν τῶν χαρισμάτων δωρεὰν, ἐπήγαγε· «Πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.» Οὐ γὰρ τῆς δουλικῆς ἐστι, φησὶ, διακονίας, ἀλλὰ τῆς δεσποτικῆς ἀξίας τὸ πανάγιον Πνεῦμα· οὐδὲ ὑπουργεῖ, ἀλλὰ συνεργεῖ, καὶ δεσποτικῶς ἐνεργεῖ. Οὕτω κἀν τῷ τέλει τῆς πρὸς τούτους δευτέρας Ἐπιστολῆς, τὴν εὐλογίαν ἐξύφηνεν· «Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος μετὰ πάντων ὑμῶν. Ἀμήν.» Καὶ ἐν μὲν τῇ προτέρᾳ Ἐπιστολῇ πρῶτον ἔταξε τὸ Πνεῦμα, ἐνταῦθα δὲ τελευταῖον, διδάσκων ὡς οὐ ποιεῖ τῶν ὀνομάτων ἡ τάξις ἀξιωμάτων διαφοράν. Ταύτῃτοι τὸν Υἱὸν προέταξε τοῦ Πατρὸς, οὐ τὴν τάξιν ἀνατρέπων ἢν ὁ Κύριος τέθεικεν, ἀλλὰ τὸ ὁμότιμον τῆς Τριάδος ἐπιδεικνύς. Τοῦτο καὶ τοῖς ἀποστόλοις θεοπρεπῶς ἐπεφοίτησε. Πρῶτον μὲν γὰρ ἔσεισε τὸν οἶκον, τὴν θείαν δηλῶν ἐπιφάνειαν. Περὶ γὰρ τοῦ Θεοῦ τῶν ὅλων ὁ Προφήτης φησίν· «Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν.» Ἔπειτα δὲ ταῖς γλώτταις ἐν εἴδει πυρὸς ἐπεκάθισεν, ὥσπερ πάλαι ποτὲ τὸν Θεὸν ἔφη

---

Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg031.local001/.
