# Haereticarum fabularum compendium 83.457

Theodoretus, Haereticarum fabularum compendium, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/haereticarum-fabularum-compendium/83.457

Μωϋσῆς ἐν τῷ βάτῳ φανῆναι. Καὶ καθάπερ ἐκεῖνος οὐκ ἐδαπανᾶτο καιόμενος, οὕτως αἱ γλῶτται τῶν ἀποστόλων τῆς καυστικῆς ἐνεργείας οὐκ ἐδέχοντο πεῖραν. Ταῦτα οὐ λόγοις, ἀλλ' ἔργοις μαθὼν ὁ θειότατος Πέτρος, Θεὸν αὐτὸ κέκληκε, τοῦ Ἀνανίου τὴν κλοπὴν ἐξελέγχων. Εἰπὼν γάρ· «Ἱνατί ἠπάτησεν ὁ Σατανᾶς τὴν καρδίαν σου ψεύσασθαί σε τὸ πανάγιον Πνεῦμα; ἐπήγαγεν· «Οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ.» Συνᾴδει δὲ καὶ τὰ παρὰ τοῦ θεσπεσίου Παύλου περὶ τοῦ Πνεύματος εἰρημένα. Τοὺς γὰρ πεπιστευκότας, ναοὺς Θεοῦ προσηγόρευσεν, ἔνοικον ἐσχηκότας τὴν χάριν τοῦ Πνεύματος· «Οὐκ οἴδατε γὰρ, φησὶν, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν;» Καὶ πάλιν· «Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ τοῦ Θεοῦ;» Ταῦτα δὲ ἄντικρυς διδάσκει τῆς θείας εἶναι φύσεως τὸ πανάγιον Πνεῦμα. Εἰ γὰρ Θεοῦ ναὸς οἱ πιστεύσαντες χρηματίζουσιν, ἐπειδὴ τοῦ Πνεύματος τὴν χάριν ἐδέξαντο, ἐκ τοῦ Θεοῦ ἄρα τὸ Πνεῦμα τὸ ἅγιον· τὴν γὰρ τούτου χάριν ἔνοικον ἐσχηκότες, Θεοῦ ναὸς ὠνομάσθησαν. Ἐναργέστερον δὲ ἡμῖν ὁ Κύριος ἐπιδείκνυσι τὴν ἀξίαν τοῦ Πνεύματος. Τὸ γὰρ τοῦ βαπτίσματος διδάσκων μυστήριον, οὕτως ἔφη τοῖς μαθηταῖς· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος.» Εἰ δὲ κτιστὴν εἶχε φύσιν ὁ Υἱὸς ἢ τὸ πανάγιον Πνεῦμα, οὐκ ἂν συνηριθμήθησαν τῷ κεκτικότι Θεῷ· κατηγοροῦσι γὰρ οἱ θεῖοι λόγοι τῶν λελατρευκότων τῇ κτίσει παρὰ τὸν κτίσαντα. Διὸ δὴ καὶ ὁ Μονογενὴς ἐνηνθρώπησεν, ὥστε ταύτης ἀπαλλάξαι τῆς πλάνης τοὺς ἀνθρώπους, καὶ διδάξαι Θεοῦ καὶ κτίσεως τὸ διάφορον. Ἀνελὼν δὲ τῆς κτίσεως τὴν προσκύνησιν, οὐκ ἂν φύσει κτιστῇ πάλιν ἐκέλευσε προσκυνεῖν· τῶν γὰρ ἀτοπωτάτων. ἀφέλκειν μὲν τοὺς ἀνθρώπους τῶν οὐκ ὄντων θεῶν, προσάγειν δὲ αὐτοὺς πάλιν τῇ τῶν ποιημάτων δουλείᾳ. Δῆλον τοίνυν ὡς ἄκτιστον ἔχει φύσιν καὶ ὁ Υἱὸς καὶ τὸ πανάγιον Πνεῦμα. Διὰ γὰρ δὴ τοῦτο διδασκόμεθα πιστεύειν εἰς τὸν Πατέρα, καὶ τὸν Υἱὸν, καὶ τὸ ἅγιον Πνεῦμα, καὶ βαπτιζόμεθα εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. Ἐπειδὴ γὰρ τὸν πρῶτον ἄνθρωπον οὐ μόνος διέπλασεν ὁ Πατὴρ, ἀλλὰ καὶ ὁ Υἱὸς, καὶ τὸ ἅγιον Πνεῦμα· ἔφη γάρ· «Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν,» εἰκότως ἄρα καὶ τῆς ἀναπλάσεως γιγνομένης, καὶ τῆς καινῆς ἐπιτελουμένης δημιουργίας, κοινωνεῖ τῷ Πατρὶ καὶ ὁ Υἱὸς, καὶ τὸ πανάγιον Πνεῦμα· καὶ ἡ τῆς Τριάδος ἐπίκλησις τῶν βαπτιζομένων ἕκαστον νεουργεῖ. Ἀλλὰ γὰρ καὶ περὶ τοῦ ἁγίου Πνεύματος, κατὰ τῶν τῆς τούτου χάριτος ἐρήμων αἱρετικῶν, τρεῖς συνέγραψα λόγους· καὶ παρέλκον οἶμαι μηκύνειν ἐνταῦθα, τῶν λειπομένων κεφαλαίων πρὸς ἑαυτὰ τὸν

---

Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg031.local001/.
