# Haereticarum fabularum compendium 83.460

Theodoretus, Haereticarum fabularum compendium, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/haereticarum-fabularum-compendium/83.460

λόγον ἑλκόντων. Τὴν περὶ τῶν θείων τοίνυν ὀνομάτων προστεθεικὼς ἑρμηνείαν ἐπ' ἐκεῖνα μεταβήσομαι. Ἐπειδὴ γὰρ οἱ ἐμβρόντητοι, τῶν Ἑβραϊκῶν ὀνομάτων οὐκ ἐγνωκότες τὴν σημασίαν, διαφόρους ἐνόμισαν εἶναι θεοὺς, τὸν Ἀδωναῒ, καὶ τὸν Ἐλωῒ, καὶ τὸν Σαβαὼθ, προὔργου νομίζω τί σημαίνει τούτων ἕκαστον κατὰ τὴν Ἑλλάδα γλῶτταν ἐπιδεῖξαι τοῖς ἀγνοοῦσι. Τὸ Ἐλὼθ τοίνυν ὄνομα, Θεὸς ἑρμηνεύεται· τὸ δὲ Ἐλωῒ, ὁ Θεός μου· τὸ δὲ Ἢλ ψιλούμενον μὲν καὶ αὐτὸ δηλοῖ τὸν Θεὸν, δασυνόμενον δὲ τὸν ἰσχυρόν· τὸ δὲ Ἀδωναῒ, τὸν Κύριον· τὸ δὲ Κύριος Σαβαὼθ, Κύριος τῶν δυνάμεων ἑρμηνεύεται, ἢ Κύριος στρατιῶν. Καὶ γὰρ παρ' Ἕλλησι τὰ στρατιωτικὰ τάγματα, δυνάμεις καλοῦνται. Τὸ δὲ Σαδδαῒ, τὸν ἱκανὸν καὶ δυνατὸν σημαίνει· τὸ δὲ Ἀϊὰ τὸν ὄντα. Τοῦτο καὶ ἀνεκφώνητον ἦν παρ' Ἑβραίοις. Σαμαρεῖται δὲ Ἰαβαὶ αὐτὸ λέγουσιν, ἀγνοοῦντες τὴν τοῦ ῥήματος δύναμιν. Ταῦτα μὴ νενοηκότες οἱ παραπλῆγες θεοὺς διαφόρους ἐκάλεσαν. Ἡμεῖς δὲ ἐπὶ τὰ λοιπὰ τοῦ συγγράμματος βαδιούμεθα. Δʹ. —Περὶ δημιουργίας. Ἐπιδεῖξαι δὲ χρὴ πρὸ τῶν ἁπάντων, ὡς τῆς κτίσεως ὑπάρχει δημιουργὸς, οὐχ ὁ μορφωθεὶς, κατὰ τὸν Βαλεντίνου μῦθον, ἐκ τοῦ πάθους τῆς Ἀχαμὼθ, καὶ μετὰ πέντε καὶ τριάκοντα προβολὰς Αἰώνων ἐξ ἐπιστροφῆς καὶ πάθους γεγεννημένος· οὐδὲ ἄγγελοί τινες, κατὰ Βασιλίδην, καὶ Κήρινθον, καὶ τοὺς ἄλλους, ὧν τὸν Ἰαδαβαὼθ ἄρχειν φασίν· οὐδέ γε, κατὰ τὸν Μαρκίωνα τὸν βδελυρὸν, ἄλλον τινὰ παρὰ τὸν ἀγαθὸν ποιητὴν εἶναί φαμεν, ἀλλὰ τὸν τῶν ἁπάντων Θεὸν σὺν τῷ μονογενεῖ Λόγῳ, καὶ τῷ παναγίῳ Πνεύματι τὰ πάντα δημιουργῆσαι, καὶ ἐδιδάχθημεν, καὶ διδάσκομεν. «Τῷ Λόγῳ γὰρ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσαι αἱ δυνάμεις αὐτῶν.» Καὶ ἑτέρωθι δὲ, τῆς ὁρωμένης καὶ ἀοράτου κτίσεως μνημονεύσας, καὶ τὸν ποιητὴν ὑμνῆσαι παρεγγυήσας, ἐπήγαγεν· «Ὅτι αὐτὸς εἶπε καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν.» Καὶ πάλιν· «Ὁ ἐκτείνων τὸν οὐρανὸν ὠσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὑτοῦ.» Καὶ μετ' ὀλίγα· «Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς.» Καὶ αὖθις· «Τῷ ποιήσαντι τοὺς οὐρανοὺς ἐν συνέσει, τῷ στερεώσαντι τὴν γῆν ἐπὶ τῶν ὑδάτων.» Καὶ πρὸ τούτου δὲ Μωϋσῆς ὁ μέγας ἀσφαλέστερον ἡμᾶς διδάσκει, ὡς αὐτὸς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν σὺν τοῖς ἄλλοις στοιχείοις· ὡς αὐτὸς τοῦ φωτὸς τὴν φύσιν ἐδημιούργησε, καὶ ἐκόσμησε, τοῖς μὲν φωστῆρσι τὸν οὐρανὸν, ἄλσεσι δὲ, καὶ λειμῶσι, καὶ ληΐοις τὴν γῆν, καὶ τῶν ζώων αὐτὸς τὰ γένη προήγαγε, καὶ τοῖς μὲν πτηνοῖς ἐνδιαίτημα δέδωκε τὸν ἀέρα, τοῖς δὲ νηκτοῖς τὴν ὑγρὰν οὐσίαν ἀπένειμε, κτήνεσι δὲ καὶ θηρίοις τὴν γῆν. Καὶ ὅπως ἐπὶ πᾶσι τὴν τῶν ἀνθρώπων διέπλασε φύσιν. Συμφώνως δὲ καὶ οἱ προφῆται ἡμᾶς διδάσκουσιν ἅπαντες· καὶ βοᾷ μὲν Ἡσαΐας· «Ὁ ποιήσας τὸν οὐρανὸν, καὶ πήξας αὐ-

---

Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg031.local001/.
