# Haereticarum fabularum compendium 83.468

Theodoretus, Haereticarum fabularum compendium, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/haereticarum-fabularum-compendium/83.468

φησιν ὁ θεῖος Δαβίδ· «Ὁ αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπου σου.» Περὶ δὲ τῆς κτίσεως ὁ Κύριος λέγει· «Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος.» Περὶ δὲ τοῦ Θεοῦ τῶν ὅλων πάλιν ὁ μακάριος Δαβίδ· «Ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος σὺ εἶ,» ἀντὶ τοῦ, Οὔτε ἀρχὴν, οὔτε πέρας ἔχεις. Καὶ ἐπειδὴ ὁ αἰὼν διάστημά τι δηλοῖ, ἵνα μή τις ὑπολάβῃ ἀνοήτως, μὴ εἶναι πρὸ τῶν αἰώνων τὸν τῶν ὅλων Θεὸν, ἐν ἑτέρῳ ψαλμῷ ὁ αὐτὸς ἔφη Προφήτης· «Εἰσακούσεται ὁ Θεὸς, καὶ ταπεινώσει αὐτοὺς ὁ ὑπάρχων πρὸ τῶν αἰώνων.» Οὐκοῦν ὁ τῶν ὅλων Θεὸς, ὁ τῶν ἁπάντων Δημιουργὸς, οὐ μετὰ πέντε καὶ τριάκοντα αἰῶνας ἐκ τοῦ πάθους ἔφυ τῆς Ἀχαμὼθ μετὰ τὴν ὀγδοάδα, καὶ τὴν δεκάδα, καὶ τὴν δωδεκάδα, καὶ τὴν Ἀχαμὼθ, καὶ τὸν ὅρον, καὶ τὸν Υἱὸν, καὶ τὸ Πνεῦμα· ἀλλὰ πρὸ πάντων ἐστὶ τῶν αἰώνων, οὐ τῶν αἰσχρῶν τούτων κατὰ συζυγίαν μεμυθολογημένων, ἀλλὰ τῶν πᾶν ὁτιοῦν διάστημα σημαινόντων. Διά τοι τοῦτο καὶ τῶν αἰώνων εἶναι ποιητὴν τὸν Πατέρα καὶ τὸν Υἱὸν ὁ μακάριος εἴρηκε Παῦλος· «Ἐλάλησε γὰρ ἡμῖν ἐν Υἱῷ, φησὶν, ὃν ἔθετο κληρονόμον πάντων, δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησε.» Τὸ δὲ ἐποίησεν, οὐκ οὐσίαν τῶν αἰώνων δηλοῖ, ἀλλ' ὅτι οὐδεὶς τοῦ Θεοῦ τῶν ὅλων πρεσβύτερος. Καὶ ἐν ἑτέρῳ δὲ χωρίῳ φησί· «Τῷ δὲ βασιλεῖ τῶν αἰώνων ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ Θεῷ, τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.» Οὐκ ἐνυποστάτους δή τινας εἶναι διδάσκων αἰῶνας, ἀλλ' αἰώνιον τοῦ Θεοῦ κηρύττων τὴν βασιλείαν. Καὶ πάλιν ὁ αὐτὸς Ἀπόστολος· «Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου, τῶν καταργουμένων· ἀλλὰ λαλοῦμεν σοφίαν Θεοῦ ἐν μυστηρίῳ τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ Θεὸς πρὸ τῶν αἰώνων.» Εἰ δὲ τὸ τῆς οἰκονομίας μυστήριον τῶν αἰώνων, κατὰ τὸν θεῖον ὅρον, πρεσβύτερον, ἀσεβείας ἐσχάτης, τὸν τῶν ὅλων Θεὸν νεώτερον τῶν αἰώνων ἀποκαλεῖν. Καὶ ὁ προφήτης δὲ Ἡσαΐας βοᾷ· «Ὁ Θεὸς ὁ αἰώνιος, ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς.» Καὶ πάλιν· «Ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούσαμεν, οὐδὲ οἱ ὀφθαλμοὶ ἡμῶν εἶδον Θεὸν πλὴν σοῦ.» Πρὸ τῶν αἰώνων τοίνυν ὁ Θεὸς, ὁ τῶν ὅλων δημιουργός. Ζʹ. —Περὶ ἀγγέλων. Τοὺς δὲ ἀγγέλους, οὔτε κατὰ τοὺς τῶν Ἑλλήνων ποιητὰς καὶ φιλοσόφους θεοποιοῦμεν, καὶ εἰς θῆλυ καὶ ἄῤῥεν τὴν ἀσώματον διακρίνομεν φύσιν, καὶ μίξεις ἀκολάστους τῶν ἀοράτων κατηγοροῦμεν δυνάμεων· οὐδὲ κατὰ τοὺς τῶν αἱρετικῶν μύθους ποιητὰς τῆς κτίσεως ὁριζόμεθα, οὔτε μὴν συναϊδίους εἶναί φαμεν τῷ τῶν ὅλων Θεῷ. Τοῖς μὲν γὰρ ἀνθρώποις τὸ θῆλυ χρήσιμον διὰ τὴν αὔξησιν τοῦ γένους. Τοῦτο γὰρ προορῶν ὁ τῶν ὅλων Θεὸς, οὕτω τήνδε τὴν φύ-

---

Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg031.local001/.
