Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium 83.469
Not analysed yet
σιν διέπλασε. Διὸ δὴ καὶ ταύτην τῷ γένει τὴν εὐλογίαν προσήνεγκεν, εἰπών· «Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς.» Ἐπειδὴ γὰρ ὁ θάνατος ληΐζεται τῶν ἀνθρώπων τὴν φύσιν, καὶ οἷόν τις θεριστὴς, οὐ πρεσβύτας μόνον, ἀλλὰ καὶ νέους ἐκτέμνει· ἀναγκαίως ἡ φύσις ἐδεῖτο τῶν γεωργούντων, καὶ σπειρόντων, καὶ ἀντὶ τεμνομένων ἑτέρους στάχυς ἀντεισαγόντων, καὶ νικώντων τῇ γεωργίᾳ τοῦ ἀμῶντος τὰς χεῖρας. Τῇ δὲ ἀθανάτῳ φύσει περιττὴ τοῦ γένους ἡ διαίρεσις· Οὔτε γὰρ αὐξήσεως δέονται μὴ μειούμενοι, οὔτε μίξεως σωμάτων ἀπηλλαγμένοι. Καὶ τούτου διδάσκαλος ἡ θεία Γραφή. Ἀγγέλους μὲν γὰρ οὐ δύο κατ' ἀρχὰς καθάπερ τοὺς ἀνθρώπους ἐδημιούργησε μόνους, ἀλλ' ὅσας ἠθέλησε μυριάδας ἐπήγαγεν. Ἡ γὰρ φθορᾶς ἐλευθέρα φύσις αὐξήσεως ἀπροσδεής. Οἱ δὲ ἄνθρωποι θνητὸν ἐσχηκότες σῶμα, καὶ ὑπὸ τῷ θανάτῳ τελοῦντες, τοῦ θήλεος ἀναγκαίως προσδέονται. Μηδεὶς δὲ τῶν φιληδόνων ἐξ ἀγνοίας τῶν ἀγγέλων ποιησάσθω κατηγορίαν, ἀφορμὴν λαβὼν εἰς βλασφημίαν τὸ παρὰ τοῦ πανσόφου ἱστορηθὲν Μωϋσέως· ὅτι ἰδόντες οἱ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων ὅτι καλαί εἰσιν, ἔλαβον ἐξ αὐτῶν εἰς γυναῖκας. Παραπληξίας γὰρ ἐσχάτης τὸ τοῖς ἀγγέλοις προσάψαι τὴν τῶν ἀνθρώπων ἀκολασίαν. Δύο γὰρ ἦν γένη τηνικαῦτα, τὸ τοῦ Κάϊν, καὶ τὸ τοῦ Σήθ· καὶ τὸ μὲν τοῦ Κάϊν ἐπάρατον ἦν, τὸ δὲ τοῦ Σὴθ εὐσεβείας ἐπεμέλετο. Ἐνὼς γὰρ, ὁ τούτου υἱὸς, ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ. Ἐντεῦθεν οἱ ἐκ τούτου φύντες υἱοὶ Θεοῦ χρηματίζοντες, ἔφυγον τὴν πρὸς τὸ γένος τοῦ Κάϊν ἐπιμιξίαν. Πολλῶν δὲ διεληλυθότων ἐτῶν, ἐπιτερπεῖς τὰς ἐκείνων θεασάμενοι θυγατέρας οἱ τῶν εὐσεβῶν ἀπόγονοι, ἡττήθησαν τοῦ κάλλους, καὶ τὸν πατρῷον παρέβησαν νόμον, καὶ τὸ πρὸς ἐκείνους ἠσπάσαντο κῆδος. Εἶτα ἡ ἐπιμιξία τὴν πονηρίαν εἰσήγαγεν. Ὅταν οὖν ἀκούσωμεν τῆς θείας λεγούσης Γραφῆς· «Εἰσῆλθον οἱ υἱοὶ τοῦ Θεοῦ πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων,» μὴ τῶν ἀσωμάτων ἀγγέλων κατηγορῶμεν· ἄνθρωποι γὰρ τὴν παρανομίαν ἐτόλμησαν υἱοὶ Θεοῦ προσαγορευόμενοι. Καὶ ὅτι ταῦθ' οὕτως ἔχει, μάρτυς αὐτὸς ὁ τῶν ὅλων Θεὸς, οὑτωσὶ λέγων· «Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις διὰ τὸ εἶναι αὐτοὺς σάρκας.» Καὶ πάλιν ἱστοριογράφος· «Καὶ εἶδε Κύριος τὴν γῆν, καὶ ἦν κατεφθαρμένη, ὅτι κατέφθειρε πᾶσα σὰρξ τὴν ὁδὸν αὐτοῦ ἐπὶ τῆς γῆς.» Καὶ πρὸς τὸν Νῶε δὲ ὁ τῶν ὅλων ἔφη Θεός· «Ἰδοὺ ἐγὼ καταφθείρω πᾶσαν σάρκα.» Καὶ κελεύσας κατασκευάσαι κιβωτὸν, ἐπήγαγεν· «Ὅτι σε εὗρον δίκαιον ἐν τῇ γενεᾷ ταύτῃ.» Οὐκ ἂν δὲ ἀγγέλων ἡμαρτηκότων ἀνθρώπους