# Haereticarum fabularum compendium 83.472

Theodoretus, Haereticarum fabularum compendium, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/haereticarum-fabularum-compendium/83.472

ἐκόλασε τῆς δικαιοσύνης ὁ νομοθέτης, καὶ ἀνθρώπους, οὐ δέκα καὶ εἴκοσι, καὶ ἑκατὸν, ἀλλὰ μυριάδας ἀπείρους. Οὔτε αὐξήσεως τοίνυν οὔτε μίξεως χάριν, δεῖται τοῦ θήλεως τῶν ἀγγέλων ἡ φύσις. Πολλὰς δὲ μυριάδας εἶναι ἀγγέλων ἡ θεία διδάσκει Γραφή· «Χίλιαι γὰρ, φησὶ, χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ.» Λειτουργία δὲ τῶν ἀγγέλων ἡ ὑμνῳδία. Περὶ μὲν γὰρ τῶν Σεραφὶμ ὁ μακάριός φησιν Ἡσαΐας, ὅτι ἐκέκραγον, καὶ ἔλεγον, «Ἅγιος, ἅγιος, ἅγιος, Κύριος Σαβαώθ· πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ.» Περὶ δὲ τῶν Χερουβὶμ ὁ θεῖος εἶπεν Ἐζεκιὴλ, ὡς ἤκουσε λεγόντων· «Εὐλογημένη ἡ δόξα Κυρίου ἐκ τοῦ τόπου αὑτῆς.» Οὐ μόνον δὲ ὑμνοῦσιν, ἀλλὰ καὶ ταῖς θείαις οἰκονομίαις διακονοῦσι. Καὶ τοῦτο ἡμᾶς ὁ πάνσοφος ἐδίδαξε Παῦλος, εἰπών· «Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύμα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;» Καὶ αὐτὸς δὲ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἔφη· «Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων τῶν ἐλαχίστων τῶν πιστευόντων εἰς ἐμέ· ἀμὴν γὰρ λέγω ὑμῖν, καθ' ἡμέραν οἱ ἄγγελοι αὐτῶν ὁρῶσι τὸ πρόσωπον τοῦ Πατρός μου, τοῦ ἐν οὐρανοῖς.» Ὁ δὲ θεσπέσιος Δανιὴλ ὁ προφήτης, καὶ ἐθνῶν ἄρχοντας εἶναι λέγει τινάς· μᾶλλον δὲ οὐκ αὐτὸς, ἀλλ' ἐκείνῳ προσδιαλεγόμενος ἄγγελος. «Ἔστη γὰρ, φησὶν, ἐξεναντίας μου, ὁ ἄρχων Περσῶν.» Μέμνηται δὲ τοῦ ἄρχοντος τῶν Ἑλλήνων, καὶ προστέθεικεν, ὡς οὐδεὶς ἕτερος αὐτῷ συνέπραξεν ὑπὲρ τῆς Ἰουδαίων ἐλευθερίας πρεσβευομένῳ πρὸς τὸν Θεὸν, εἰ μὴ Μιχαὴλ ὁ ἄρχων αὐτῶν. Καὶ ὁ μέγας δὲ Μωϋσῆς ἐν τῇ ᾠδῇ ἔφη· «Ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη, οὒς διέσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ.» Τεκμηριοῖ δὲ καὶ ταῦτα, καὶ τὰ ἐν τῷ Δανιὴλ εἰρημένα, καὶ τὰ ὑπὸ τοῦ Κυρίου λεχθέντα, τινὰς μὲν τῶν ἀγγέλων ἐθνῶν προστατεύειν, τινὰς δὲ ἑνὸς ἑκάστου τῶν ἀνθρώπων πεπιστεῦσθαι τὴν ἐπιμέλειαν, ὥστε μὴ σίνεσθαι αὐτοὺς καὶ πημαίνειν τοὺς ἀλάστορας δαίμονας. Πεποιῆσθαι δὲ ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων τοὺς ἀγγέλους πιστεύομεν· οὕτω γὰρ ἐδιδάχθημεν. Ὁ μὲν γὰρ ὑμνοποιὸς Δαβὶδ, ὑμνῆσαι παρεγγυήσας τοῖς ἀγγέλοις καὶ ταῖς ἐπουρανίαις δυνάμεσι τὸν τῶν ὅλων Θεὸν, ἐπήγαγεν· «Ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.» Καὶ πάλιν· «Ὁ ποιῶν τοὺς ἀγγέλους αὑτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.» Οἱ δὲ τρεῖς παῖδες ἐν τῇ καμίνῳ τὸν Θεὸν εὐλογοῦντες, πᾶσαν μὲν τὴν κτίσιν εἰς κοινωνίαν τῆς ὑμνῳδίας ἐκάλεσαν, πρώτους δὲ τοὺς ἀγγέλους. Ἔχει δὲ οὕτως τὸ τῆς ὑμνῳδίας προοίμιον· «Εὐλογεῖτε,

---

Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg031.local001/.
