# Haereticarum fabularum compendium 83.473

Theodoretus, Haereticarum fabularum compendium, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/haereticarum-fabularum-compendium/83.473

πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον· ὑμνεῖτε, καὶ ὑπερυψοῦε αὐτὸν εἰς τοὺς αἰῶνας.» Εἶτ' εὐθὺς ἐπισυνάπτουσιν· «Εὐλογεῖτε, ἄγγελοι Κυρίου, τὸν Κύριον·» διδάσκοντες, ὡς μέρος καὶ οὗτοι τῶν θείων ἔργων εἰσίν. Ὁ δὲ θεῖος Ἀπόστολος τοῦτο σαφέστερον ἡμᾶς ἐξεπαίδευσε. Τοῦ γὰρ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μνημονεύσας, ἐπήγαγεν· «Ὅτι ἐν αὐτῷ ἐκτίσθη πάντα τὰ ἐν οὐρανοῖς καὶ τὰ ἐπὶ γῆς, εἴτε ὁρατὰ, εἴτε ἀόρατα.» Καὶ ὡς δῆλα καταλιπὼν τὰ ὁρώμενα, τῶν ἀοράτων λέγει τὰ τάγματα· «Εἴτε Θρόνοι, εἴτε Κυριότητες, εἴτε Ἀρχαὶ, εἴτε Ἐξουσίαι, πάντα δι' αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται.» Ταῦτα καὶ περὶ τῶν ἀγγέλων φρονεῖν ἐδιδάχθημεν. Ηʹ. —Περὶ τοῦ διαβόλου καὶ τῶν δαιμόνων. Τὸν δὲ διάβολον καὶ τοὺς ὑπ' ἐκείνῳ τελοῦντας δαίμονας, κατὰ τοὺς Μαρκίωνος, καὶ Κέρδωνος, καὶ τοὺς Μάνεντος μύθους, οὐκ ἀγενήτους εἶναί φαμεν. Εἰ γὰρ ἀγένητοι, ὁμότιμοι ἄρα τῷ τῶν ὅλων Θεῷ· εἰ δὲ ὁμότιμοι, δῆλον ὅτι καὶ ἰσοδύναμοι· εἰ δὲ ἰσοδύναμοι, πῶς ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων δημιουργηθῆναί φαμεν; Πῶς γὰρ ἂν κολασθεῖεν ἐνδίκως οἱ τοιαύτην φύσιν ἐξ ἀρχῆς εἰληχότες; Ὅτι δὲ κολασθήσονται, διαῤῥήδην εἶπεν ὁ Κύριος τοῖς ἐξ εὐωνύμων· «Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ, καὶ τοῖς ἀγγέλοις αὐτοῦ.» Τοῦτο δὲ καὶ αὐτοὶ σαφῶς οἱ δαίμονες ἴσασιν· ὅθεν ἐβόων· «Τί ἡμῖν καὶ σοὶ, Υἱὲ Θεοῦ τοῦ ὑψίστου; Ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς;» Καὶ πάλιν· «Ὁρκίζω σε, μή με βασανίσῃς.» Ὅτι μὲν οὖν κολασθήσονται, σαφῶς ἐδιδάχθημεν. Σκοπήσωμεν δὲ λοιπὸν, εἰ δικαίως τοῦτο πείσονται φύσιν τοιαύτην παρὰ τοῦ πεποιηκότος δεξάμενοι. Πῶς δ' ἂν ἀγαθὸς εἰκότως κληθείη τῆς κακίας ὁ ποιητὴς, πῶς δὲ δίκαιος ὁ φύσιν κολάζων ἀγαθόν τι δράσαι μὴ δυναμένην, ἀλλὰ τοῖς τῆς κακίας πεπεδημένην δεσμοῖς; Ἀλλὰ δίκαιον ἴσμεν τὸν τῶν ὅλων Θεὸν, καὶ δικαιοσύνης πηγήν· οὔκουν ἀδίκως κολάσει τοὺς δαίμονας, καὶ τὸν ἐκείνων ἡγούμενον. Καὶ ἀγαθῶν ἐπιστάμεθα δημιουργὸν τὸν ἀγαθὸν Θεὸν παρὰ τῶν εὖ φρονούντων ἁπάντων ὀνομαζόμενον. Οὔκουν ἐδημιούργησε φύσιν, δράσαι μὲν οὐδὲν ἀγαθὸν δυναμένην, κακίαν δὲ μόνην παρὰ γνώμην ὠδίνουσαν. Εἰ δὲ μήτε φύσιν πονηρὰν ἐδημιούργησεν ὁ Θεὸς, ἀγαθῶν γάρ ἐστιν ὡς ἀγαθὸς ποιητὴς, μήτε ἀδίκως κολάζειν ἀνέχεται, δίκαιος γάρ ἐστι καὶ δικαιοσύνης νομοθέτης, κολάζει δὲ τὸν διάβολον καὶ τοὺς ὑπ' ἐκείνῳ τελοῦντας, γνώμῃ ἄρα πονηρὸς ὁ διάβολος καὶ οἱ τῆς ἐκείνου συμμορίας. Ὥσπερ γὰρ τὸν ἄνθρωπον ἀγαθὸν ἐξ ἀρχῆς ἀγαθὸς ἐδημιούργησεν ὁ Θεὸς, αὐθαιρέτῳ δὲ γνώμῃ οἱ μὲν ἐφύλαξαν ἀκήρατον ἣν ἔλαβον φύσιν· οἱ δὲ ἐπὶ τὸ χεῖρον ἀπέκλιναν, καὶ τοὺς θείους χαρακτῆρας διέφθειραν, καὶ τοὺς θεοειδεῖς θηριώδεις ἀπέφηναν· οὕτως ὁ διάβολος καὶ τῶν δαιμόνων τὸ στίφος σὺν τοῖς ἄλλοις ἀσωμά-

---

Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg031.local001/.
