# Haereticarum fabularum compendium 83.480

Theodoretus, Haereticarum fabularum compendium, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/haereticarum-fabularum-compendium/83.480

ἡ δὲ γλῶττα μιμεῖται τὸ πλῆκτρον, ὁ δὲ νοῦς τὴν τοῦ μουσικοῦ δεξιάν. Ἀλλὰ τίς γὰρ ἱκανὸς ἀξίως θαυμάσαι τὴν τοῦ ζωτικοῦ τούτου ζώου διάπλασιν, ἣν πολλοὶ μὲν καὶ ἄλλοι διαβάλλειν ἐπιχειροῦσιν, οὐχ ἥκιστα δὲ οἱ τοῦ Μάνεντος διάδοχοι; Οὗ δὴ χάριν, οὐ τὸν Θεὸν τοῦτο διαπλάσαι φασὶν, ἀλλὰ τὸν Σακλᾶν, τῆς ὕλης τὸν ἄρχοντα. Ἑλλήνων δὲ οἱ σοφοὶ, Σωκράτης, καὶ Ἱπποκράτης, καὶ Πλάτων, καὶ Ξενοφῶν, καὶ Ἀριστοτέλης, καὶ Γαληνὸς, καὶ μυρίοι ἕτεροι, ὑπεράγανται μὲν τὴν τοῦ ἀνθρωπίνου σώματος ἁρμονίαν, θαυμάζουσι δὲ ἑκάστου μορίου τὴν χρείαν, καὶ ὁμολογοῦσιν ἡττᾶσθαι τὸν ἐπαινοῦντα λόγον τῆς ἐν τῷδε τῷ ζώῳ θεωρουμένης τοῦ τῶν ὅλων ἀριστοτέχνου σοφίας. Τοσούτῳ κρείττους τῶν δυσωνύμων αἱρετικῶν, οἱ μήτε προφητικὴν δεξάμενοι γεωργίαν, μήτε ἀποστολικῆς ἀπολαύσαντες ποδηγίας, τῷ λογισμῷ δὲ μόνῳ τὴν τῶν θείων ἐπιτρέψαντες γνῶσιν. Καὶ ταῦτά φημι, οὐχ ὑπὲρ τῆς πολυθέου πλάνης τῶν καλουμένων φιλοσόφων ἀπολογούμενος, ἀλλὰ δεικνὺς τοὺς ἐπὶ τῇ Χριστοῦ προσηγορίᾳ σεμνυνομένους, οὐ μόνων τῶν φιλοσόφων, ἀλλὰ καὶ τῶν δαιμόνων δυσσεβεστέρους. Τί γὰρ ἀνοσιώτερον τούτων, οἳ πᾶν ὁτιοῦν ἀφορμὴν ποιοῦνται τῆς κατὰ τοῦ Δημιουργοῦ βλασφημίας; Ἡμεῖς δὲ ἐπὶ πᾶσιν ὑμνεῖν ἐδιδάχθημεν, οὐ μόνον ἐπὶ τοῖς δοκοῦσι τερπνοῖς, ἀλλὰ καὶ ἐπὶ τοῖς νομιζομένοις ἀνιαροῖς. Ἀλλ' οὔπω περὶ τούτου διαληπτέον· τὴν γὰρ τῆς συντάξεως ἁρμονίαν προσήκει φυλάξαι τὸν λόγον. Φαμὲν τοίνυν, ἀπὸ μὲν τῶν τεσσάρων στοιχείων διαπλασθῆναι τὸ σῶμα. Ἔχει γὰρ ἀπὸ μὲν τοῦ πυρὸς τὴν θερμότητα, ἀπὸ δὲ τοῦ ἀέρος τὴν ψυχρότητα, τὴν ξηρότητα δὲ ἀπὸ τῆς γῆς, καὶ ἐκ τοῦ ὕδατος τὴν ὑγρότητα. Τὴν δὲ ψυχὴν, ἁπλῆν εἶναί φαμεν καὶ λογικὴν καὶ ἀθάνατον, οὐ μὴν προϋπάρχειν τοῦ σώματος. Πυθαγόρας, μὲν γὰρ καὶ Πλάτων, καὶ Πλωτῖνος, καὶ οἱ τῆς ἐκείνου συμμορίας, ἀθανάτους εἶναι συνομολογήσαντες τὰς ψυχὰς, προϋπάρχειν ταύτας ἔφασαν τῶν σωμάτων, καὶ δῆμον εἶναί τινα ψυχῶν ἀναρίθμων, καὶ τὰς πλημμελούσας εἰς σώματα καταπέμπεσθαι, ὥστε τῇ τοιᾷδε καθαρθείσας παιδείᾳ, πάλιν ἐπανελθεῖν εἰς τὸν ἴδιον χῶρον· τὰς δὲ κἀν τοῖς σώμασι παράνομον βίον ἀσπασαμένας, εἰς τὰ ἄλογα καταπέμπεσθαι ζῶα· τοὺς μὲν πικροὺς καὶ ἰοβόλους, εἰς ἑρπετὰ, τοὺς δὲ ἁρπακτικοὺς εἰς λύκους, τοὺς δὲ θρασεῖς εἰς λέοντας, εἰς ἀλώπεκας δὲ τοὺς δολερούς· καὶ τοιούτους ληρώδεις τινὰς ἀνέπλασαν μύθους. Τοὺς δὲ Περιπατητικούς φασι καὶ τὴν ἀθανασίαν τῶν ψυχῶν ἀφαιρεῖσθαι τῷ λόγῳ. Οἱ δὲ σοφώτατοι τῶν ἰατρῶν, τὴν τοῦ σώματος εὐκρασίαν ψυχὴν προσηγόρευσαν, ἐκ τῶν συμβαινόντων τῷ σώματι παθημάτων, ἐπιληψίας, φημὶ, καὶ ἀποπληξίας, καὶ φρενίτιδος, ταύτην εἰληφότες τὴν δόξαν. Ἐπειδὴ γὰρ τῶνδε τῶν παθημάτων ἕκαστον λωβᾶται τῷ λογικῷ, καὶ φροῦδον τοῦτο ποιεῖ, ὑπέλαβον τοῦ σώματος τὴν εὐκρασίαν εἶναι ψυχήν. Ἔδει δὲ αὐτοὺς συνιδεῖν, ὡς καὶ ὁ λυρῳδὸς, τῆς λύρας οὐκ εὖ ἠσκημένης, τὴν οἰκείαν οὐκ ἐπιδείκνυσιν ἐπιστήμην. Ὑπερταθεῖσαι γὰρ αἱ χορ-

---

Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg031.local001/.
