Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium 83.481
Not analysed yet
δαὶ, καὶ μέντοι καὶ χαλαραὶ γινόμεναι, τὴν ἁρμονίαν λυμαίνονται. Εἰ δὲ καὶ διατμηθῶσί τινες, ἀργὸν παντελῶς τὸν μουσικὸν ἀποφαίνουσι. Τοῦτο καὶ ἐπὶ αὐλῶν ἔστιν ἰδεῖν, καὶ ἐπὶ ἄλλων ὀργάνων. Οὕτως σκάφος διάβροχον, ἢ παρὰ τὸν λόγον κατεσκευασμένον τῆς τέχνης, πημαίνει τοῦ κυβερνήτου τὴν τέχνην. Καὶ ἵπποι χωλεύοντες, ἢ φύσει βραδεῖς, καὶ μέντοι τῶν ἁρμάτων τὰ πάθη, τοῖς ἡνιόχοις λυμαίνεται. Οὕτω δῆτα καὶ τὴν ψυχὴν ἔνια τῶν σωματικῶν παθημάτων οὐκ ἐᾷ δεῖξαι τοῦ λογικοῦ τὴν ἐνέργειαν. Ἀλλὰ ἐν μὲν τῇ γλώττῃ γενομένου τοῦ πάθους, ὁ λόγος ἐπέχεται· ἐν δὲ τοῖς ὀφθαλμοῖς τῆς ὀπτικῆς ἐνεργείας ἡ δύναμις οὐκέτι διὰ τοῦ μορίου χωρεῖ. Εἰ δὲ τῇ μήνιγγι προσπέσοι τὸ νόσημα, σίνεται μὲν τὸν ἐγκέφαλον ἡ τῶν ἀτμῶν καὶ τῶν χυμῶν μοχθηρία, ὑπὸ δὲ τούτων περικλυζόμενος, οὐ δέχεται τῆς ψυχῆς τὴν ἐνέργειαν, ἀλλ' ἔοικεν ὑποβρυχίῳ τινὶ γενομένῳ, καὶ ὡς ἔτυχε καὶ χεῖρας κινοῦντι καὶ πόδας, καὶ τὰ ἄλλα τοῦ σώματος μόρια. Οὐ τοίνυν οὐσία τῆς ψυχῆς, ἡ τοῦ σώματος εὐκρασία, ἀλλ' ἐν τῇ τοῦ σώματος εὐκρασίᾳ τῆς ψυχῆς ἡ οὐσία δείκνυσι τὴν οἰκείαν σοφίαν. Οὗτοι μὲν οὖν εἰς ταύτην τὴν ἀλογίαν ἐξέπεσον. Οἱ δὲ δυσσεβεῖς αἱρετικοὶ, Καρποκράτης, καὶ Ἐπιφάνης, καὶ Πρόδικος, καὶ Καϊανοὶ, καὶ Ἀντιτάκται, καὶ Εὐτυχῖται, πολὺ τούτων ἀνοσιώτερον ἐκτήσαντο φλήναφον· ἔφασαν γὰρ εἰς σώματα καταπέμπεσθαι τὰς ψυχὰς, ὥστε πᾶσαν ἐν τούτοις ἀκολασίαν καὶ παρανομίαν ἐργασαμένας, τοὺς κοσμοποιοὺς ἀγγέλους θεραπεῦσαι τοῖς τῆς ἀσεβείας ἐπιτηδεύμασιν. Ἡ δὲ Ἐκκλησία, τοῖς θείοις πειθομένη λόγοις, τὸν μὲν τούτων διαφερόντως μυσάττεται λόγον, ἀποστρέφεται δὲ καὶ τῶν ἄλλων τοὺς μύθους· τῇ δὲ θείᾳ πειθομένη Γραφῇ λέγει, τὴν ψυχὴν συνδημιουργεῖσθαι τῷ σώματι, οὐκ ἐκ τῆς ὕλης τοῦ σπέρματος ἔχουσαν τῆς δημιουργίας τὰς ἀφορμὰς, ἀλλὰ τῇ βουλήσει τοῦ ποιητοῦ μετὰ τὴν τοῦ σώματος συνισταμένην διάπλασιν. Καὶ γὰρ ὁ θειότατος Μωϋσῆς πρότερον ἔφησε τοῦ Ἀδὰμ διαπλασθῆναι τὸ σῶμα, εἶθ' οὕτως ἐμφυσῆσαι τὸν Θεὸν τὴν ψυχήν. «Ἔλαβε γὰρ ὁ Θεὸς χοῦν ἀπὸ τῆς γῆς, καὶ ἔπλασε τὸν ἄνθρωπον, καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν.» Ἐκεῖνο δὲ τὸ ἐμφύσημα, οὐ μέρος τι τῆς θείας οὐσίας φαμὲν, κατὰ τὴν Κέρδωνος καὶ Μαρκίωνος λύτταν· ἀλλὰ τῆς ψυχῆς τὴν φύσιν διὰ τούτου σημαίνεσθαι λέγομεν, ὅτι πνεῦμά ἐστιν ἡ ψυχὴ, λογικόν τε καὶ νοερόν. Κἀν τοῖς νόμοις δὲ πάλιν ὁ αὐτὸς προφήτης σαφέστερον ἡμᾶς ἐδίδαξεν, ὡς πρότερον τὸ σῶμα διαμορφοῦται, εἶθ' οὕτως ἐμφύεται ἡ ψυχή. Περὶ γὰρ τοῦ τὴν ἐγκύμονα τετυπτηκότος ἔφη· «Ἐὰν ἐξέλθῃ ἐξεικονισμένον τὸ ἔμβρυον, ἀποτίσει ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, ὀδόντα ἀντὶ ὀδόν-