# Haereticarum fabularum compendium 83.484

Theodoretus, Haereticarum fabularum compendium, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/haereticarum-fabularum-compendium/83.484

τος,» καὶ τὰ ἑξῆς. Ἐὰν δὲ μὴ ἐξέλθῃ ἐξεικονισμένον, ἐπιζήμιον ἔσται· ταύτῃ διδάσκων, ὡς τὸ μὲν διαμεμορφωμένον ἔμψυχον, τὸ δὲ μὴ μορφωθὲν ἄψυχον. Καὶ ὁ πανεύφημος δὲ Ἰὼβ οὕτως ἔφη πρὸς τὸν Κύριον· «Μνήσθητι ὅτι πηλόν με ἔπλασας, εἰς δὲ γῆν με πάλιν ἀποστρέφεις. Ἢ οὐχὶ ὡς γάλα με ἤμελξας, ἔπηξας δέ με ἴσα τυρῷ; Δέρμα καὶ κρέας με ἐνέδυσας, ὀστέοις δὲ καὶ νεύροις ἐνεῖράς με.» Καὶ δείξας διὰ τούτων προτέραν τοῦ σώματος τὴν διάπλασιν, οὕτως τὴν περὶ τῆς ψυχώσεως προστέθεικεν ὑμνῳδίαν· «Ζωὴν γὰρ, φησὶ, καὶ ἔλεον ἔθου παρ' ἐμοί.» Μέμνηται δὲ καὶ τῆς μετὰ ταῦτα κηδεμονίας· «Ἡ δὲ ἐπισκοπή σου ἐφύλαττέ μου τὸ πνεῦμα.» Εἶτα κηρύττει τὸ τοῦ Θεοῦ παντοδύναμον. «Ταῦτα ἔχων ἐν σεαυτῷ, οἶδα ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐδέν.» Τοῖς δὲ τοῦ χρόνου πρεσβείοις τὸ σῶμα τετίμηκεν ὁ Θεὸς, τὴν ἰσότητα πρυτανεύων. Ἐπειδὴ γὰρ ἀθάνατον ἐποίησε τὴν ψυχὴν, τὸ δὲ σῶμα θνητὸν, ἀπένειμε τῷ σώματι τὰ τοῦ χρόνου προνόμια, ἵνα ἡ ψυχὴ μὴ μεγαλαυχῇ κατὰ τούτου, καὶ κατὰ τὴν φύσιν, καὶ κατὰ τὸν χρόνον πλεονεκτοῦσα. Ιʹ. —Περὶ Προνοίας. Ταύτην ἡ Ἐκκλησία περὶ ψυχῆς καὶ σώματος παρὰ τῶν θείων λογίων ἐδιδάχθη τὴν δόξαν. Οὐ μόνον δὲ δημιουργὸν οἶδε τὸν τῶν ὅλων Θεὸν, ἀλλὰ καὶ κηδεμόνα καὶ πρύτανιν, καὶ κυβερνήτην τῶν ὅλων. Τῶν γὰρ ἄγαν ἀτοπωτάτων, πεποιηκέναι μὲν αὐτὸν τὰ σύμπαντα λέγειν, οὐ διὰ χρείαν οἰκείαν, ἀλλὰ μόνην φιλανθρωπίαν, ἀμελεῖν δὲ ὧν ἐποίησε, καὶ περιορᾷν τὴν κτίσιν οἷόν τι σκάφος ἀνερμάτιστόν τε καὶ ἀκυβέρνητον ὑπὸ τῶν ἐναντίων ἀνέμων τῇδε κἀκεῖσε πεμπόμενον, καὶ σκοπέλοις καὶ ῥάχεσι προσρηγνύμενον. Μυσαττόμεθα γὰρ τῶν περὶ Διαγόραν τὸ ἄθεον· βδελυττόμεθα δὲ καὶ τὸν Ἐπίκουρον, εἶναι μὲν Θεὸν συγχωροῦντα, τοῦτον δὲ ἐπεστράφθαι πρὸς ἑαυτὸν λέγοντα, καὶ μηδενὸς τῶν ἐν τῇ κτίσει γινομένων αἰσθάνεσθαι. Καὶ τῆς Ἀριστοτέλους δὲ προνοίας κατηγοροῦμεν· ὅρον γὰρ αὐτῇ τέθεικε τὴν σελήνην, δυοῖν θάτερον, ἢ ἀδυναμίαν αὐτῆς, ἢ ὄκνον κατηγορῶν· ἢ γὰρ οὐκ ἔχει δύναμιν πρὸς τὴν τῶν ὅλων ἐπιμέλειαν ἐξαρκοῦσαν, ἢ δυναμένη, ὀκνοῦσα δὲ τὰ καθ' ἡμᾶς ἀκυβέρνητα καταλέλοιπεν. Ἀλλ' ἑκάτερον βλασφημίας μεστόν. Ὁ γὰρ καὶ τὰ σμικρότατα τῆς κτίσεως μόρια δημιουργῆσαι θελήσας, πῶς ἂν ἀδύνατος κληθείη; Πῶς δ' ἂν ἀμελήσοι δι' ὄκνον τούτων, ἃ πεποίηκε διὰ τὴν τῆς ἀγαθότητος ἄβυσσον; Ἀλλ' ἱκανῶς τὴν τούτων ἄνοιαν διελέγχει ἡ Πλάτωνος πρόνοια. Πάντων γὰρ ἔφησεν ἐκεῖνος, καὶ μὲν δὴ καὶ οἱ τὰ ἐκείνου φρονοῦντες, προμηθεῖσθαι τὸν τῶν ὅλων Θεόν. Θεοῦ δὲ προμηθουμένου, τῆς εἱμαρμένης ὁ μῦθος μετὰ τῶν μοιρῶν καὶ τῶν νημάτων ἐλήλαται. Ἀνοίας γὰρ ἐσχάτης, τοῦ Θεοῦ κυβερνῶντος, ἕτερον τῷ σκάφει τῆς οἰκουμένης ἐπεισαγαγεῖν κυβερνήτην. Χρὴ δὲ διαιρεθῆναι τῷ λόγῳ, τίνα μὲν τῶν τῆς Προνοίας πηδαλίων ἐξήρτηται, τίνα δὲ τῷ τῆς ψυχῆς ἀπονενέμηται λογικῷ, καὶ τίνα μὲν φυσικὰ, τίνα δὲ ὁμωνύ-

---

Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg031.local001/.
