Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium 83.485
Not analysed yet
μως καλεῖται, οὐκ ὄντα μὲν, νομιζόμενα δὲ εἶναι κακά. Τῶν ἀνθρωπίνων τοίνυν πραγμάτων, φύσει μὲν ἀγαθὰ, φρόνησις, καὶ σωφροσύνη, καὶ δικαιοσύνη, καὶ ἀνδρεία, καὶ τὰ ἄλλα μόρια τῆς ἀρετῆς· κακὰ δὲ, ἀφροσύνη, καὶ ἀκολασία, καὶ ἀδικία, καὶ δειλία, καὶ τὰ ἄλλα, ὅσα τούτοις προσόμοια. Πλοῦτος δὲ, καὶ πενία, καὶ δουλεία, καὶ δεσποτεία, καὶ ὑγεία, καὶ νόσος, καὶ αἱ ἄλλαι τοῦ ἀνθρωπίνου βίου εὐκληρίαι τε καὶ δυσκληρίαι, μέσον τινὰ ἔχουσι κλῆρον. Οἷον γάρ τινα ὄργανα πρόκειται τοῖς ἀνθρώποις. Καὶ οἱ μὲν ἄριστοι τῶν ἀνθρώπων τὴν ἀρετὴν δι' ἑκάστου τῶν εἰρημένων κατασκευάζουσιν. Ἔστι γὰρ εὑρεῖν, καὶ πλούτῳ κομῶντας, καὶ πενίᾳ συζῶντας, ἀρετῆς ἐπιμελουμένους, καὶ ἐν ὑγείᾳ τὸν εὐεργέτην ἀνυμνοῦντας, καὶ ἐν νόσῳ καρτεροῦντας, καὶ δούλους σωφροσύνῃ καὶ δικαιοσύνῃ λαμπρυνομένους· καὶ αὖ πάλιν ἄλλους, τοὺς μὲν ἐν πενίᾳ τὴν κακίαν ἀσπαζομένους, καὶ οὐ μόνον λωποδυτοῦντας, ἀλλὰ καὶ νεκροσυλίαν καὶ ἱεροσυλίαν τολμῶντας, τοὺς δὲ τὸν πλοῦτον ἀποφαίνοντας ὄργανον ἀδικίας, καὶ ἐν ὑγείᾳ μὲν ὑπεροψίᾳ κεχρημένους καὶ τύφῳ, ἐν δὲ νόσοις βλασφήμους ἐρυγγάνοντας λόγους. Δι' ὧν καταμαθεῖν εὐπετὲς, ὡς τῶν μετιόντων τῇ χρήσει, πλοῦτος καὶ πενία, καὶ δουλεία καὶ δεσποτεία, καὶ τὰ τούτοις προσόμοια, νῦν μὲν ἐπαινετὰ, νῦν δὲ ψεκτά. Ὥσπερ δὲ καὶ τὸν σίδηρον νῦν μὲν συνεργὸν ἀποκαλοῦμεν τῆς τῶν ἀνθρώπων ζωῆς, διὰ μὲν ἀρότρου, καὶ σκαπάνης, καὶ δικέλλης, γεωργοῦντα τὴν γῆν, διὰ δὲ δρεπάνου καθαίροντα τὰ φυτὰ, διὰ σκεπάρνου καὶ πρίονος καὶ οἰκιῶν καὶ σκευῶν διαφόρων κατασκευὰς παρέχοντα· νῦν δέ τινες ἐπίβουλον ὀνομάζουσι, τὸ ξίφος ὁρῶντες, καὶ τὰς διὰ τούτου γεγενημένας σφαγάς. Ἀλλ' οὐδὲ τὸ ξίφος αἴτιον τῶν σφαγῶν, ἀλλ' ὁ κακῶς τῷ ξίφει χρησάμενος· οὔτε ὁ πλοῦτος καὶ ἡ πενία, καὶ ἡ ἄλλη τοῦ βίου εὐποτμία τε καὶ δυσποτμία, κατηγορίας ἄξιαι, ἀλλ' οἱ παρὰ τοὺς νόμους ἑκάστῳ τούτων χρησάμενοι. Εἰ γὰρ τούτων ἕκαστον φύσει πονηρὸν ἐτύγχανεν, οὐκ ἂν ἀγαθῶν τισιν ἐγένετο πρόξενον. Εὑρίσκομεν δὲ ὅμως πολλοὺς διὰ τούτων κατωρθωκότας τὴν ἀρετήν. Οὔτε οὖν κακὸν τὸ ἀγαθοῦ γιγνόμενον ὄργανον, οὔτ' αὖ πάλιν ἀγαθὸν τὸ ἐργαλεῖον ἑτέρῳ πρὸς πονηρίαν γιγνόμενον. Τὴν μέσην τοίνυν ἔχει τάξιν, καθάπερ τὰ φάρμακα. Καὶ γὰρ τὸ ὄπιον, καὶ τὸ κώνειον, εἰ ἄριστα κριθείη παρὰ τῶν ἰατρῶν, ἀλεξιφάρμακα γίγνεται· εἰ δὲ παρὰ τὸν τῆς τέχνης ληφθῇ λόγον, δηλητήρια καὶ ὀλέθρια. Ἔστι δὲ ὅτε ἄρτος καὶ οἶνος νόσον τοῖς χρωμένοις ἐπάγουσι· λώβην γὰρ ἡ ἀμετρία γεννᾷ. Οὕτω δὴ καὶ τὴν εὐπραξίαν, καὶ τὴν δυσπραγίαν, οἱ μὲν σοφῶς κυβερνῶντες σωτήρια κατασκευάζουσι φάρμακα· οἱ δὲ ἀφρόνως καὶ ἀσυνέτως, ἀφορμὰς ὀλέθρου διὰ τούτων εἰσδέχονται. Ταῦτα μὲν οὖν, καὶ ὅσα τούτοις προσόμοια, εὐκαρπία γῆς, καὶ ἀκαρπία, εὔπλοιά τε καὶ ναυαγία, τῆς θείας προνοίας ἐξήρτηται. Διὸ δὴ στέργειν ἅπαντας χρὴ τὰ παρ' αὐτῆς γιγνόμενα, καὶ μὴ πολυπραγμονεῖν τὰς αἰτίας· ἀνέφικτος γὰρ τῶν θείων πηδαλίων ὁ λόγος·