# Haereticarum fabularum compendium 83.488

Theodoretus, Haereticarum fabularum compendium, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/haereticarum-fabularum-compendium/83.488

ἐπιμελεῖσθαι δὲ τῶν ἐφ' ἡμῖν, καὶ τὴν μὲν κακίαν πάμπαν ἀποσκευάζεσθαι, εἰσοικίζεσθαι δὲ τὴν ἀρετὴν, καὶ τοῖς ταύτης μορίοις φαιδρύνεσθαι· καὶ καθάπερ αἱ φιλόκοσμοι γυναῖκες κομμωτικῇ τέχνῃ τὸ σῶμα λαμπρύνουσιν, οὕτω τῆς ψυχῆς καλλωπίζειν τὴν ὥραν τοῖς τῆς σωφροσύνης, καὶ δικαιοσύνης, καὶ ἀνδρείας, καὶ φρονήσεως ἄνθεσιν. Ἐφ' ἡμῖν γὰρ τούτων ἡ κτῆσις. Ἀβελτηρίας δὲ ἐσχάτης, τῶν μὲν οὐκ ἐφ' ἡμῖν τὴν κτῆσιν ἐπιζητεῖν, καὶ ταῦτα μεταβολαῖς ὀξυῤῥόποις ὑποκειμένην, τῶν δὲ ὑπὸ τὴν ἡμετέραν ἐξουσίαν τελούντων, εὐκλεῶν τε ὄντων, καὶ τὸ διαρκὲς ἐχόντων, καὶ μόνιμον, ὡς εὐώνων τινῶν, καὶ οὐδενὸς λόγου ἀξίων καταφρονεῖν. Εἰ ταύτην τῶν ἀνθρωπίνων γνοίημεν τὴν διαίρεσιν, στέρξομεν τὰ τῶν θείων οἰάκων κινήματα, καὶ περὶ τῆς τὰ πάντα κυβερνώσης Προνοίας οὐκ ἐνδοιάσομεν. Ὁρῶμεν γὰρ κατὰ τὴν τάξιν ἐναλλαττομένας τοῦ ἔτους τὰς ὥρας, εἰς καιρὸν δὲ πάντα φυόμενα, καὶ κατὰ καιρὸν γιγνόμενον ἕκαστον. Οὐ γὰρ κατὰ τοὺς Μάνεντος ἀσελγεστάτους μύθους, οἱ τῆς ὕλης ἄρχοντες, τῆς τοῦ φωτὸς ἱμειρόμενοι θυγατρὸς, καὶ ταύτην καταδιώκοντες, ἱδροῦσι, καὶ τὸν ὑετὸν χορηγοῦσιν· ἀλλ' ὁ τῶν ὅλων Δημιουργὸς νεύει, καὶ τὰ νέφη συνίσταται. Καὶ τοῦτο σαφῶς ἡ θεία διδάσκει Γραφή. «Ἀνάγων γὰρ, φησὶ, νεφέλας ἐξ ἐσχάτων τῆς γῆς, ἀστραπὰς εἰς ὑετὸν πεποίηκεν, ὁ ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὑτοῦ.» Καὶ πάλιν· «Ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης, καὶ ἐκχέων αὐτὸ ἐπὶ πρόσωπον τῆς γῆς.» Καὶ αὖθις· «Πνεύσει τὸ πνεῦμα αὐτοῦ, καὶ ῥυήσεται ὕδατα.» Καὶ ἑτέρωθι· «Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὑτοῦ, ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ. Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων, τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς.» Καὶ μυρία δὲ ἔστιν εὑρεῖν ἕτερα παρὰ τῇ θείᾳ Γραφῇ, τοῦ Θεοῦ δεικνύοντα τὴν πρόνοιαν. Ἀλλὰ περὶ προνοίας δέκα λόγους ἤδη συγγράψας, Περιττὸν οἶμαι νῦν τοῦτον εὐρῦναι τὸν λόγον. ΙΑʹ. —Περὶ τῆς τοῦ Σωτῆρος οἰκονομίας. Περὶ τῆς θείας ἐνανθρωπήσεως τίνα φρονοῦμεν προὔργου δεῖξαι. Σαφέστερον γὰρ οὗτος ὁ λόγος τοῦ Θεοῦ τῶν ὅλων κηρύττει τὴν προμήθειαν. Ὁ μὲν οὖν Βαλεντῖνος ἐν οἷς ἀνέπλασε μύθοις, ἄλλον μὲν ἔφη τὸν Μονογενῆ, ἄλλον δὲ τὸν Λόγον, καὶ ἄλλον τὸν Χριστὸν τὸν ἐντὸς τοῦ πληρώματος, καὶ ἕτερον τὸν Ἰησοῦν, καὶ ἄλλον πάλιν τὸν ἔξω Χριστόν. Ἐνανθρωπῆσαι δὲ τὸν Ἰησοῦν ἔφη, τὸν ἔξω Χριστὸν ἐνδυσάμενον, καὶ σῶμα ἐκ τῆς ψυχικῆς οὐσίας ἀνειληφότα· πάροδον δὲ μόνην διὰ τῆς Παρθένου ποιήσασθαι, οὐδὲν ἐκ τῆς ἀνθρωπείας φύσεως εἰληφότα. Καὶ Βασιλίδης δὲ ὡσαύτως ἄλλον τὸν Μονογενῆ, καὶ ἄλλον τὸν Λόγον, καὶ ἑτέραν εἴρηκε τὴν Σοφίαν. Κέρδων δὲ, καὶ Μαρκίων, καὶ Μάνης, ὡς ἄνθρωπον φανῆναι τὸν Χριστὸν ἔφασαν, οὐδὲν ἀνθρώπειον ἔχοντα. Ὁ δὲ

---

Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg031.local001/.
