# Haereticarum fabularum compendium 83.496

Theodoretus, Haereticarum fabularum compendium, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/haereticarum-fabularum-compendium/83.496

κατὰ τοὺς θείους αὐτοῦ πολιτευόμενοι νόμους. Τούτου δὴ χάριν, καὶ ἐπὶ τῆς εἰκόνος, καὶ ἐπὶ τοῦ ἀρχετύπου, τὸ «πολλοὶ» τέθεικεν. Ἀλλ' ἴδωμεν τίνος χάριν ἐνηνθρώπησεν ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ, καὶ ἀνθρωπείαν φύσιν λαβὼν, ἄνθρωπος ἐχρημάτισε. Τὴν αὐτὴν δὲ ἡμῖν διδασκαλίαν προσενήνοχε κἀν τῇ πρὸς Κορινθίους Ἐπιστολῇ. Λέγει δὲ οὕτως· «Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν ἀπαρχὴ τῶν κεκοιμημένων. Ἐπειδὴ γὰρ δι' ἀνθρώπου ὁ θάνατος, καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν.» Εἶτα ἀπὸ τῆς φύσεως ἐπὶ τὰ πρόσωπα μεταβαίνει, καί φησιν «Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται.» Καὶ οὐκ εἶπε σωθήσονται, ἀλλὰ ζωοποιηθήσονται· κοινὴ μὲν γὰρ ἡ ἀνάστασις, μετὰ δὲ τὴν ἀνάστασιν γενήσεται ἡ διάκρισις· καὶ τοῦτο δεδήλωκεν, ἐπαγαγών· «Ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι.» Πολλὰ γὰρ καὶ κολαζομένων καὶ σωζομένων τάγματα. Κατὰ γὰρ τὴν τῆς δικαιοσύνης καὶ ποιότητα καὶ ποσότητα, αἱ τῶν δωρεῶν ἀντιδόσεις παρασχεθήσονται. Ὡσαύτως δὲ καὶ κατὰ τὴν ἁμαρτημάτων διαφορὰν αἱ τιμωρίαι γενήσονται. ΙΒʹ. —Ὅτι σῶμα ὁ Δεσπότης ἀνέλαβεν. Ἐπειδὴ τοίνυν τὴν τῆς θείας ἐνανθρωπήσεως μεμαθήκαμεν αἰτίαν, φέρε δείξωμεν, ταῖς τῶν θείων λογίων χρώμενοι μαρτυρίαις, ὅτι τὸ σῶμα τὸ ἀνθρώπειον ἐνανθρωπήσας ὁ Θεὸς Λόγος ἀνέλαβε. Πρῶτον μὲν γὰρ τὰ σπάργανα, σώματος, οὐ θεότητος ἦν· ἔπειτα δὲ τὸ βούτυρον, καὶ τὸ μέλι, ὃ προφήτης πόῤῥωθεν προαγορεύει, καὶ τὸ μητρῷον γάλα, καὶ ἡ ἐδωδὴ ἡ ἄλλη καὶ ἡ πόσις, τὴν τούτων δεκτικὴν ἐπιδείκνυσι φύσιν. Εἰ δέ τις ἀνοηταίνων ἀντιθείη τὴν ἐν τῇ σκηνῇ τοῦ Ἀβραὰμ γεγενημένην τροφὴν, ἴστω λίαν ἀνοηταίνων. Ἐκεῖνα γὰρ ἐδόκει γίγνεσθαι, καθ' ἕτερον ἁλισκόμενα τρόπον, ὃν οἶδεν ὁ δαπανήσας. Εἰ δὲ καὶ δοίη τις ἀνοήτως μεταλαβεῖν ἐκείνων τὴν ἀσώματον φύσιν, ἀλλ' οὐ πεῖναν εὑρήσεις καὶ δίψος ἐκεῖ. Ἐνταῦθα δὲ ἡ χρεία τοιαῦτα παρεκίνει πάθη, οὐχ ὡς μὴ δυναμένης τῆς ἡνωμένης θεότητος ἀνενδεὲς καταστῆσαι τὸ σῶμα (ὁ γὰρ μικρὸν ὕστερον πᾶσι τοῖς σώμασι τὴν ἀθανασίαν δωρησάμενος, ῥᾷον ἂν τὸ οἰκεῖον σῶμα κρεῖττον ἐνδείας ἀπέφηνεν), ἀλλὰ παρεχώρει τούτῳ τὴν οἰκείαν ἐπιδεῖξαι φύσιν, ὥστε τὰς τούτου τὴν πρόσληψιν ἀρνησαμένας αἱρέσεις ἐναργῶς ψευδομένας ἐλέγχεσθαι. Ὥσπερ γὰρ κρεῖττον ἀποφῆναι δυνάμενος θανάτου (τοῦτο γὰρ δὴ καὶ μετὰ τρεῖς ἡμέρας εἰργάσατο), καὶ παθεῖν, καὶ ἀποθανεῖν συνεχώρησεν, ἵνα πληρώσῃ τὸ τῆς οἰκονομίας μυστήριον· οὕτως ἐνεδίδου καὶ πεινῇν, καὶ διψῇν, καὶ κοπιᾷν, καὶ ὑπνοῦν, ἵνα μηδεμίαν λάβωσιν ἀφορμὴν οἱ Δοκηταὶ, κρατῦναι τοῦ ψεύδους τὴν αἵρεσιν. Τοιγαροῦν καὶ ἡ πεῖνα, καὶ τὸ δίψος, καὶ πρὸς τούτοις ὁ κόπος, καὶ ὁ ὕπνος, σῶμα ἀνθρώπινον προσμαρτυροῦσιν εἶναι τοῦ Κυρίου τὸ σῶμα. Καὶ τοῦτον μὲν βεβαιῶν τὸν λόγον ὁ θεῖος Ἀπόστολος, βοᾷ λέγων· «Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, παραπλησίως καὶ αὐτὸς μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ

---

Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg031.local001/.
