Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium 83.497
Not analysed yet
ζῇν ἔνοχοι ἧσαν θανάτῳ. Ἄντικρυς δὲ διὰ τούτων ἐδήλωσεν, ὡς τὴν αὐτὴν ἡμῖν περιεβάλετο φύσιν. Εἰ δέ τις τὴν περιβολὴν δυσχεραίνει, ἀκουσάτω τοῦ πατριάρχου προλέγοντος Ἰακώβ· «Πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὑτοῦ, καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὑτοῦ.» Ἀκουσάτω δὲ καὶ τοῦ θείου Παύλου βοῶντος· «Ἔχοντες οὖν ἀδελφοὶ παῤῥησίαν πρὸς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι Ἰησοῦ, ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν διὰ τοῦ καταπετάσματος, τουτέστι τῆς σαρκὸς αὑτοῦ, καὶ ἱερέα μέγαν ἐπὶ τὸν οἶκον τοῦ Θεοῦ, προσερχώμεθα μετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ τῆς πίστεως,» καὶ τὰ ἑξῆς. Καταπέτασμα γὰρ τὴν σάρκα αὐτοῦ προσηγόρευσεν, ὡς ὁ πατριάρχης Ἰακὼβ στολὴν καὶ περιβολήν. Ἀλλὰ γὰρ περιττὸν τὸν περὶ τούτου λόγον εὐρύνειν, καὶ τῆς Καινῆς καὶ τῆς Παλαιᾶς Διαθήκης σαφῶς ἐπιδεικνυούσης τοῦ Κυρίου τὸ σῶμα. ΙΓʹ. —Ὅτι καὶ ψυχὴν μετὰ τοῦ σώματος ἀνέλαβεν. Ὅτι δὲ καὶ ψυχὴν ἀνέλαβε λογικὴν ἐνανθρωπήσας ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ, διδάσκει ὁ εὐαγγελιστὴς Λουκᾶς λέγων· «Ἰησοῦς δὲ προέκοπτεν ἡλικίᾳ καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις.» Προκόπτει δὲ ἡλικίᾳ μὲν σῶμα, σοφίᾳ δὲ ψυχή. Θεότης γὰρ οὐδετέραν ἐπίδοσιν ἐπιδέχεται· παντέλειος γὰρ ὁ τοῦ Θεοῦ Λόγος. Εἰκότως δὲ συνέζευξε τῇ τῆς ἡλικίας αὐξήσει τὴν τῆς σοφίας ἐπίδοσιν. Πρὸς γὰρ τὸ μέτρον τῆς τοῦ σώματος ἡλικίας ἀπεκάλυπτεν ἡ θεία φύσις τὴν οἰκείαν σοφίαν. Σαφέστερον δὲ τῆς ψυχῆς τὴν πρόσληψιν ὁ Δεσπότης διδάσκει. Τοῖς γὰρ τοπάζουσιν ἀκούσιον εἶναι τὸ πάθος, ἔλεγε πρὸ τοῦ πάθους· «Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμοῦ· ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ, ἵνα πάλιν λάβω αὐτήν.» Ἐναργῶς δὲ διὰ τούτων δεδήλωκεν, ὡς ἄλλη μὲν ἡ τιθεμένη καὶ λαμβανομένη ψυχὴ, ἄλλη δὲ ἡ τιθεῖσα καὶ λαμβάνουσα θεότης. Ἄλλην δὲ καὶ ἄλλην ἔφην, οὐκ εἰς δύο πρόσωπα διαιρῶν, ἀλλὰ τῶν φύσεων δεικνὺς τὸ διάφορον. Οὕτω καὶ ἑτέρωθι ἔφη· «Διὰ τοῦτο ὁ Πατήρ με ἀγαπᾷ, ὅτι ἐγὼ τίθημι τὴν ψυχήν μου ὑπὲρ τῶν προβάτων.» Ἐν ἄλλῳ δὲ χωρίῳ, καὶ ἣν ὑπέμεινεν ἡ ψυχὴ ταραχὴν παρὰ τὸν τοῦ πάθους καιρὸν διαῤῥήδην ἐπέδειξεν. Ἔφη γάρ· «Νῦν ἡ ψυχή μου τετάρακται· καὶ τί εἴπω; Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης, ἀλλὰ διὰ τοῦτο ἐλήλυθα εἰς τὴν ὥραν ταύτην.» Διὰ δὲ τούτων τῶν λογισμῶν ἐδήλωσεν ἀγωνίαν, νῦν μὲν τὸ πάθος ὑφορωμένων, νῦν δὲ τὸ δέος ἀπωθουμένων. Σαφέστερον δὲ τοῦτο τὸ δέος ἐδίδαξεν ὁ Λουκᾶς. Οὕτω γὰρ αὐτὸν ἔφησεν ἀγωνιάσαι τὸ πάθος, ὡς ὕφαιμον γενέσθαι τὸν ἱδρῶτα τοῦ σώματος. «Ἐγένετο γὰρ, φησὶν, ὁ ἱδρὼς αὐτοῦ, ὡς