# Haereticarum fabularum compendium 83.500

Theodoretus, Haereticarum fabularum compendium, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/haereticarum-fabularum-compendium/83.500

θρόμβοι αἵματος.» Προστέθεικε δὲ καὶ τοῦτο, ὡς ἄγγελος ἐλθὼν ὑπεστήρισεν αὐτόν. Διὰ πάντων δέ μοι ὅρα τῆς ἀνθρωπείας φύσεως τὴν ἀσθένειαν. Ἀνθ' ὅτου γὰρ καὶ τῆς τοῦ Μονογενοῦς ἡνωμένης θεότητος, καὶ ὡς χρίσματος παρόντος τοῦ Πνεύματος, ἄγγελος ὑπερείδει καὶ τῆς ψυχῆς καὶ τοῦ σώματος τὴν ἀσθένειαν; Ἦ δῆλον, ὅτι τῆς θείας φύσεως συγχωρούσης ταῦτα πάντα ἐγένετο, ὥστε τῶν ὕστερον ἐσομένων, τοὺς μὲν πιστεύοντας τῇ προσλήψει τῆς ψυχῆς καὶ τοῦ σώματος, βεβαιωθῆναι ταῖς ἀποδείξεσι, τοὺς δὲ ἀντιλέγοντας τοῖς ἐναργέσι μαρτυρίοις, ἐλεγχθῆναι; ΙΔʹ. —Ὅτι τελείαν τὴν ἀνθρωπείαν φύσιν ἀνέλαβεν. Διὰ δὲ τοῦτο, καὶ ἄνθρωπον ἑαυτὸν, καὶ Υἱὸν ἀνθρώπου προσαγορεύει. Τοῖς μὲν γὰρ ἀποστόλοις πολλάκις ἔφη· «Μέλλει ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτὸν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται. Τῷ δὲ ἀκολουθῆσαι βουληθέντι, «Αἱ ἀλώπεκες, ἔφη, φωλεοὺς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλῖναι.» Τοῖς δὲ Ἰουδαίοις ἄντικρυς εἴρηκε· Τί με ζητεῖτε ἀποκτεῖναι, ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ τοῦ Πατρός μου;» Ὁ δὲ θεῖος Ἀπόστολος βοᾷ. «Εἷς Θεὸς, εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων.» Καὶ πάλιν· «Ἐπειδὴ γὰρ δι' ἀνθρώπου ὁ θάνατος, καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν.» Τούτου δὴ χάριν, καὶ σπέρμα Ἀβραὰμ, καὶ υἱὸς Δαβὶδ ὠνομάσθη. Ἐπειδὴ γὰρ ὑπέσχετο τῷ Ἀβραὰμ ὁ τῶν ὅλων Θεὸς, ἐν τῷ σπέρματι αὐτοῦ εὐλογεῖν πάντα τὰ ἔθνη, καὶ τὴν ὑπόσχεσιν καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακὼβ δέδωκεν, εἰκότως ὁ θεῖος Ἀπόστολος Γαλάταις ἐπιστέλλων ἔφη· «Τῷ δὲ Ἀβραὰμ ἐῤῥέθησαν αἱ ἐπαγγελίαι, καὶ τῷ σπέρματι αὐτοῦ.» Καὶ διδάσκων τίνα προσηγόρευσε σπέρμα, ἐπήγαγεν· «Οὐ λέγει, Καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν· ἀλλ' ὡς ἐφ' ἑνὸς, Καὶ τῷ σπέρματί σου, ὅ ἐστιν ὁ Χριστός.» Καὶ Ἑβραίοις γράφων οὕτως ἔφη· «Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται, ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεόν.» Ἐπειδὴ δὲ καὶ τῷ Ἰούδᾳ ἣν παρὰ τοῦ Θεοῦ τῶν ὅλων ἔλαβεν Ἰακὼβ ὁ πατριάρχης εὐλογίαν ἀπένειμεν, εἰρηκώς· «Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν σου, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν ἔσται·» καὶ Μιχαίας δὲ ὁ προφήτης ἀνανεοῦται τὴν πρόῤῥησιν, εἰπών· «Καὶ σὺ, Βηθλεὲμ, γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν

---

Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg031.local001/.
