Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium 83.501
Not analysed yet
τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεταί μοι ἡγούμενος, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἀφ' ἡμερῶν αἰῶνος.» Καὶ πάλιν ὁ θεῖος Ἀπόστολος δέδειχε τὸ τῶν προῤῥήσεων τέλος, καὶ ἐπήγαγε· «Πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν.» Ταύτας δὲ τὰς ἐπαγγελίας καὶ Δαβὶδ ὁ βασιλεὺς καὶ προφήτης παρὰ τοῦ Θεοῦ τῶν ὅλων ἐδέξατο. Ἔφη γὰρ πρὸς αὐτόν· «Ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα αὐτοῦ, καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου.» Καὶ πάλιν· «Καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ, ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ.» Καὶ μετ' ὀλίγα· «Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαβὶδ ψεύσομαι· Τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μένει, καὶ ὁ θρόνος αὐτοῦ ὡς ἥλιος ἐναντίον μου, καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα, καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός.» Ταύτας δὲ τὰς ὑποσχέσεις διὰ Ἡσαΐου τοῦ προφήτου πάλιν ὁ ἀψευδὴς Δεσπότης ἀνενεώσατο. «Ἐξελεύσεται γὰρ, φησὶ, ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται. Καὶ ἐπαναπαύσεται ἐπ' αὐτὸν πνεῦμα τοῦ Θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας, πνεῦμα φόβου Θεοῦ ἐμπλήσει αὐτόν·» καὶ τὰ ἑξῆς τῆς αὐτῆς ἐχόμενα διανοίας. Καὶ πάλιν· «Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσι, καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή.» Καὶ ἐν ἑτέρῳ χωρίῳ· «Καὶ διαθήσομαι, φησὶν, ὑμῖν διαθήκην αἰώνιον, τὰ ὅσια Δαβὶδ τὰ πιστά. Ἃ γὰρ ὑπεσχόμην ἐκείνῳ πληρώσω, καὶ διὰ τοῦ σπέρματος ἐκείνου σώσω τὴν οἰκουμένην. Πιστὴ γάρ μοι καὶ ἀψευδὴς ἡ ὑπόσχεσις.» Τούτων τῶν ὑποσχέσεων ἐπιδεικνὺς τὴν ἀλήθειαν ὁ εὐαγγελιστὴς Ματθαῖος, ἐν τῷ προοιμίῳ αὐτῷ τῆς συγγραφῆς εὐαγγελίζεται τῇ οἰκουμένῃ, ὡς ἡ τῶν ἐθνῶν ἤνθησε προσδοκία. «Βίβλος γὰρ, ἔφη, γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαβὶδ, υἱοῦ Ἀβραάμ.» Πρὸς ἀμφοτέρους γὰρ αἱ περὶ τοῦ σπέρματος ὑποσχέσεις ἐγένοντο. Καὶ μέντοι καὶ ὁ θεῖος Ἀπόστολος ἐπιστέλλων Ῥωμαίοις, ἐν τῇ τῆς Ἐπιστολῆς ἀρχῇ, τῆς πρὸς τὸν Δαβὶδ ἐπαγγελίας τὸ τέλος ἐπέδειξε. «Παῦλος γὰρ, φησὶ, δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς Εὐαγγέλιον Θεοῦ, ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὑτοῦ ἐν Γραφαῖς, περὶ τοῦ Υἱοῦ αὑτοῦ τοῦ γενομένου ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα.» Τὸ δὲ κατὰ σάρκα προστεθεικὼς, δεδήλωκεν ὡς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ Θεὸς ἦν προαιώνιος· υἱὸς δὲ Δαβὶδ κατὰ τὴν ἀνθρωπείαν φύσιν ἐχρημάτισε. Καὶ τοῦτο διδάσκων σαφέστερον ἐπήγαγε· «Τοῦ Υἱοῦ τοῦ Θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης, ἐξ ἀναστάσεως νεκρῶν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.»